εἰ δʼ ὅλως τὸ μικτὸν ἀθετεῖς καὶ ποικίλον, ὦ Φιλῖνε, μὴ δειπνίζοντα μηδʼ ὀψοποιοῦντα μόνον λοιδόρει Φίλωνα τοῦτον, ἀλλὰ πολὺ μᾶλλον, ὅταν μιγνύῃ τὰς βασιλικὰς καὶ ἀλεξιφαρμάκους ἐκείνας δυνάμεις, ἃς θεῶν χεῖρας ὠνόμαζεν Ἐρασίστρατος, διέλεγχε τὴν ἀτοπίαν καὶ περιεργίαν, ὁμοῦ μεταλλικὰ καὶ βοτανικὰ καὶ θηριακὰ καὶ τἀπὸ γῆς καὶ θαλάττης εἰς ταὐτὸ συγκεραννύντος καλὸν γὰρ ταῦτʼ ἐάσαντας ἐν πτισάνῃ καὶ σικύᾳ καὶ ἐν ὑδρελαίῳ τὴν ἰατρικὴν ἀπολιπεῖν. ἀλλὰ νὴ Δία τὸ ποικίλον ἐξάγει καὶ γοητεύει τὴν ὄρεξιν οὐ κρατοῦσαν ἑαυτῆς καὶ γὰρ τὸ καθάριον, ὦ δαιμόνιε, καὶ τὸ εὐστόμαχον καὶ τὸ εὐῶδες καὶ ὅλως τὸ ἥδιον ἐφέλκεται καὶ ποιεῖ βρωτικωτέρους ἡμᾶς καὶ ποτικωτέρους. τί οὖν οὐχὶ κρίμνον μὲν ἡμεῖς ἀντὶ πόλτου μάττομεν ἀντὶ δʼ ἀσπαράγου γήτεια καὶ σκολύμους παρασκευάζομεν, τὸν δʼ ἀνθοσμίαν ἀπωσάμενοι τουτονὶ καὶ ἡμερίδην ἀγριώτερον πίνομεν ἐκ πίθου, κωνώπων χορῷ περιᾳδόμενον; ὅτι φαίης ἂν οὐ φυγὴν οὐδʼ ἀπόδρασιν ἡδονῆς εἶναι τὴν ὑγιεινὴν δίαιταν, ἀλλὰ περὶ ἡδονὰς μετριότητα καὶ τάξιν ὑπηκόῳ χρωμένην ὀρέξει τοῦ συμφέροντος. ὡς δὲ λάβρον πνεῦμα κυβερνῆται πολλαῖς μηχαναῖς ὑποφεύγουσι, παυσάμενον δὲ καὶ μαρανθὲν οὐδεὶς πάλιν ἐκριπίσαι καὶ διασεῖσαι δυνατός ἐστιν· οὕτω πρὸς ὄρεξιν ἐνστῆναι μὲν καὶ κολάσαι τὸ πλεονάζον αὐτῆς οὐ μέγʼ ἔργον, ἤδη δὲ κάμνουσαν πρὸ καιροῦ καὶ μαλθακιζομένην καὶ ἀπολείπουσαν τὸ οἰκεῖον ἐντεῖναι καὶ ἀναζωπυρῆσαι παγχάλεπον, ὦ ἑταῖρε, καὶ δύσεργον. ὅθεν ἡ ποικίλη τροφὴ βελτίων τῆς ἁπλῆς καὶ τὸ μονοειδὲς ἐχούσης πλήσμιον, ὅσῳ ῥᾷον ἱστάναι φερομένην τὴν φύσιν ἢ κινεῖν ἀπειποῦσαν. καὶ μήν, ὅ γε λέγουσὶ τινες ὡς πλησμονὴ φευκτότερον ἐνδείας, οὐκ ἀληθὲς ἐστιν ἀλλὰ τοὐναντίον· εἴ γε πλησμονὴ μέν, ὅταν εἰς φθοράν τινα τελευτήσῃ καὶ νόσον, ἔβλαψεν· · ἔνδεια δέ, κἂν ἄλλο μηδὲν ἐξεργάσηται κακόν, αὐτὴ καθʼ αὑτὴν παρὰ φύσιν ἐστί.καὶ ταῦτα μὲν ὡς ἀντίχορδα κείσθω τοῖς ὑπὸ σοῦ πεφιλοσοφημένοις. ἐκεῖνο δέ πως ὑμᾶς λέληθε τοὺς περὶ ἅλα καὶ κύαμον, ὅτι τὸ μὲν ποικίλον ἥδιόν ἐστι, τὸ δʼ ἣδιον εὐορεκτότερον ἂν τὴν ὑπερβολὴν καὶ τἄγαν ἀφέλῃς ·; ης· προσφύεται γὰρ ὀργῶντι καὶ δεχομένῳ τῷ σώματι τῆς ὄψεως προοδοποιούσης τὸ δʼ ἀνόρεκτον πλανώμενον καὶ ῥεμβόμενον ἢ παντάπασιν ἐξέβαλεν ἡ φύσις ἢ μόλις ὑπʼ ἐνδείας ἔστερξεν. ἐκεῖνό μοι μόνον φύλαττε καὶ μέμνησο, τὸ ποικίλον ὡς οὐκ ἐν ἀβυρτάκαις καὶ κανδύλοις καὶ καρύκαις ἐστίν· ἀλλὰ ταῦτα μὲν περίεργα καὶ σπερμολογικά· ποικιλίαν δὲ καὶ Πλάτων παρέχει τοῖς καλοῖς καὶ γενναίοις ἐκείνοις πολίταις, παρατιθεὶς βολβούς, ἐλαίας, λάχανα, τυρόν, ἑψήματα παντοδαπά· πρὸς δὲ τούτοις οὐδὲ τραγημάτων ἀμοίρους περιορᾷ δειπνοῦντας.ὕδνα παμμεγέθη δειπνοῦσιν ἡμῖν Ἀγέμαχος παρέθηκεν ἐν Ἤλιδι. θαυμαζόντων δὲ τῶν παρόντων, ἔφη τις ὑπομειδιάσας ἄξιά γε τῶν βροντῶν τῶν ἔναγχος γενομένων ὡς δὴ καταγελῶν τῶν λεγόντων τὰ ὕδνα τὴν γένεσιν ἐκ βροντῆς λαμβάνειν. ἦσαν οὖν οἱ φάσκοντες ὑπὸ βροντῆς τὴν γῆν διίστασθαι, καθάπερ ἥλῳ τῷ ἀέρι χρωμένην, εἶτα ταῖς ῥωγμαῖς τεκμαίρεσθαι τοὺς τὰ ὕδνα μετιόντας· ἐκ δὲ τούτου δόξαν ἐγγενέσθαι τοῖς πολλοῖς, ὅτι τὸ ὕδνον αἱ βρονταὶ γεννῶσιν οὐ δεικνύουσιν· ὥσπερ εἴ τις οἴοιτο τοὺς κοχλίας ποιεῖν τὸν ὄμβρον, ἀλλὰ μὴ προάγειν μηδʼ ἀναφαίνειν. ὁ δʼ Ἀγέμαχος ἰσχυρίζετο τῇ ἱστορίᾳ καὶ τὸ θαυμαστὸν ἠξίου μὴ ἄπιστον ἡγεῖσθαι. καὶ γὰρ ἄλλα πολλὰ θαυμάσια βροντῆς ἔργα καὶ κεραυνοῦ καὶ τῶν περὶ ταῦτα διοσημιῶν εἶναι, χαλεπὰς καταμαθεῖν ἢ παντελῶς ἀδυνάτους τὰς αἰτίας ἔχοντα. καὶ γὰρ ὁ γελώμενος οὑτοσὶ καὶ παροιμιώδης ἔφη βολβὸς οὐ μικρότητι διαφεύγει τὸν κεραυνὸν, ἀλλʼ ἔχων δύναμιν ἀντιπαθῆ, καθάπερ ἡ συκῆ καὶ τὸ δέρμα τῆς φώκης ὥς φασι καὶ τὸ τῆς ὑαίνης, οἷς τὰ ἄκρα τῶν ἱστίων οἱ ναύκληροι, καταδιφθεροῦσι. τὰ δʼ ἀστραπαῖα τῶν ὑδάτων εὐαλδῆ καλοῦσιν οἱ γεωργοὶ καὶ νομίζουσι. καὶ ὅλως εὔηθές ἐστι ταῦτα θαυμάζειν τὸ πάντων ἀπιστότατον ἐν τοῖς πάθεσι τούτοις καθορῶντας, ἐκ μὲν ὑγρῶν φλόγας, ἐκ δὲ μαλακῶν νεφῶν ψόφους σκληροὺς ἀναδιδομένους. ταῦτα δʼ εἶπεν ἀδολεσχῶ, παρακαλῶν ὑμᾶς ἐπὶ τὴν ζήτησιν τῆς αἰτίας, ἵνα μὴ πικρὸς γένωμαι συμβολὰς τῶν ὕδνων πρασσόμενος.αὐτὸν μὲν οὖν ἐγὼ ἔφην τρόπον τινὰ τῷ λόγῳ δεξιὰν ὀρέγειν τὸν Ἀγέμαχον· οὐδὲν γὰρ ἒν γε τῷ παρόντι φαίνεσθαι πιθανώτερον, ἢ ὅτι ταῖς βρονταῖς πολλάκις ὕδωρ συνεκπίπτει γόνιμον. αἰτία δʼ ἡ τῆς θερμότητος ἀνάμιξις· τὸ μὲν γὰρ ὀξὺ καὶ καθαρὸν τοῦ πυρὸς ἄπεισιν ἀστραπὴ γενόμενον, τὸ δʼ ἐμβριθὲς καὶ πνευματῶδες ἐνειλούμενον τῷ νέφει καὶ συμμεταβάλλον ἐξαιρεῖ τὴν ψυχρότητα καὶ συνεκπονεῖ τὸ ὑγρόν· ὥστε μάλιστα τὸ προσηνὲς ἐνδύεσθαι τοῖς βλαστάνουσι καὶ ταχὺ παχύνειν. ἐπεὶ δὲ καὶ κράσεων ἰδιότητα καὶ χυμοῦ διαφορὰν ἐμποιεῖ τὰ τοιαῦτα τοῖς ἀρδομένοις· ὥσπερ αἵ τε δρόσοι γλυκυτέραν ποιοῦσι τοῖς θρέμμασι τὴν πόαν, καὶ τὰ τὴν ἶριν ἐξανθοῦντα νέφη, καθʼ ὧν ἂν ἐπερείσῃ ξύλων, εὐωδίας ἀναπίμπλησι· καὶ ταύτῃ γνωρίζοντες οἱ παρʼ ἡμῖν ἰρίσκηπτα καλοῦσι, τὴν ἶριν ὑπολαμβάνοντες ἐπισκήπτειν πολλῷ μᾶλλον εἰκός ἐστι τοῖς ἀστραπαίοις καὶ κεραυνίοις ὕδασι καὶ πνεύμασι καὶ θερμότησιν εἰς βάθος ἐλαυνομέναις τὴν γῆν στρέφεσθαι καὶ συστροφὰς ἴσχειν τοιαύτας καὶ χαυνότητας, ὥσπερ ἐν τοῖς σώμασι τὰ χοιραδώδη καὶ ἀδενώδη φύματα θερμότητές τινες καὶ ὑγρότητες αἱματώδεις ἐνδημιουργοῦσιν. οὐ γὰρ ἔοικε φυτῷ τὸ ὕδνον οὐδʼ ἄνευ ὕδατος ἔχει τὴν γένεσιν, ἀλλʼ ἄρριζον καὶ ἀβλαστές ἐστι καὶ ἀπολελυμένον, τῷ καθʼ ἑαυτὸ σύστασιν ἐκ τῆς γῆς ἔχειν παθούσης τι καὶ μεταβαλούσης. εἰ δέ γε γλίσχροςἔφην ὁ λόγος ὑμῖν δοκεῖ, τοιαῦτά τοι τὰ πλεῖστα τῶν βρονταῖς καὶ κεραυνοῖς συνεπομένων· διὸ καὶ μάλιστα τοῖς πάθεσι τούτοις δόξα θειότητος πρόσεστι.