πολλάκις γὰρ ἀκούομεν αὐτοῦ λέγοντος, ὡς, ἐπεὶ ποικίλῃ ποιότητι τροφῆς γίγνεται τὸ δύσπεπτον, ἥ τε πολυμιγία βλαβερὸν καὶ γόνιμον ἀλλοκότων ποιοτήτων, δεῖ τὸ σύμφυλον ἐκ πείρας λαβόντα χρῆσθαι καὶ στέργειν· εἰ δὲ φύσει δύσπεπτον οὐδέν, ἀλλὰ πλῆθός ἐστι τὸ ταράσσον καὶ φθεῖρον, ἔτι μᾶλλον οἶμαι τὰ παντοδαπὰ ταῦτα καὶ ποικίλα φευκτέον, οἷς ἀρτίως ἡμᾶς ὁ Φίλωνος ὀψοποιὸς ὥσπερ ἀντίτεχνος αὐτοῦ κατεφάρματτεν, ἐξαλλάττων τῇ καινότητι καὶ μεταβολῇ τὴν ὄρεξιν οὐκ ἀπαγορεύουσαν, ἀλλʼ ἀγομένην ἐπʼ ἄλλα καὶ παρεκβαίνουσαν ἐν τῷ ποικίλῳ τὸ μέτριον καὶ αὔταρκες, ὥσπερ ὁ τῆς Ὑψιπύλης τρόφιμος νος ἕτερον ἀφʼ ἑτέρας ἰέμενος ἄγρευμʼ ἀνθέων ἡδομένᾳ ψυχᾷ, τὸ νήπιον ἄπληστος ἐών ἐπὶ πλεῖστον ἐξανθίζεται τοῦ λειμῶνος. ἐνταῦθα δὲ καὶ τοῦ Σωκράτους ἅμα μνημονευτέον, παρακελευομένου φυλάττεσθαι τῶν βρωμάτων, ὅσα τοὺς μὴ πεινῶντας ἐσθίειν ἀναπείθει, ὡς οὐδὲν ἀλλʼ ἢ τὸ παντοδαπὸν καὶ ποικίλον εὐλαβεῖσθαι καὶ δεδιέναι τῶν σιτίων παραινοῦντος. τοῦτο γὰρ πορρωτέρω ἐξάγει τῆς χρείας τὴν ἀπόλαυσιν ἐν θεάμασιν, ἐν ἀκροάμασιν, ἐν ἀφροδισίοις, ἐν παιδιαῖς ἁπάσαις καὶ διατριβαῖς, ἀναλαμβανομένην ὑπὸ τοῦ περιττοῦ πολλὰς ἀρχὰς ἔχοντος· ἐν δὲ ταῖς ἁπλαῖς καὶ μονοτρόποις ἡδοναῖς οὐ παρεκβαίνει τὴν φύσιν ἡ θέλξις. ὅλως δέ μοι δοκεῖ μᾶλλον ἄν τις ὑπομεῖναι πολυχορδίαν μουσικὸν ἐπαινοῦντα καὶ μυραλοιφίαν ἀλείπτην ἢ πολυοψίαν ἰατρόν· αἱ γὰρ ἐκτροπαὶ καὶ μεταβολαὶ τῆς εἰς ὑγίειαν εὐθείας ἐκβιβάζουσι.τοῦ δὲ Φιλίνου ταῦτʼ εἰπόντος, ὁ Μαρκίων ἔφη δοκεῖν αὐτῷ τῇ Σωκράτους ἐνέχεσθαι κατάρᾳ μὴ μόνον τοὺς τὸ λυσιτελὲς ἀπὸ τοῦ καλοῦ χωρίζοντας, ἀλλὰ καὶ τοὺς ἡδονὴν διιστάντας ἀπὸ τῆς ὑγιείας, ὡς ἀντιταττομένην αὐτῇ καὶ πολεμοῦσαν οὐχὶ μᾶλλον συνεργοῦσαν σμικρὰ γάρ ἔφη καὶ ἄκοντες ὡς βιαιοτάτῳ τῶν ὀργάνων ἀλγηδόνι προσχρώμεθα· τῶν δʼ ἄλλων οὐδεὶς ἂν οὐδὲ βουλόμενος ἀπώσαιτο τὴν ἡδονήν· ἀλλὰ καὶ τροφαῖς καὶ ὕπνοις καὶ περὶ λουτρὰ καὶ ἀλείμματα καὶ κατακλίσεις ἀεὶ πάρεστι καὶ συνεκδέχεται καὶ συνεκτιθηνεῖται τὸν κάμνοντα, πολλῷ τῷ οἰκείῳ καὶ κατὰ φύσιν ἐξαμαυροῦσα τἀλλότριον. ποία γὰρ ἀλγηδών, τίς ἔνδεια, ποῖον δηλητήριον οὕτω ῥᾳδίως καὶ ἀφελῶς νόσον ἔλυσεν, ὡς λουτρὸν ἐν καιρῷ γενόμενον καὶ οἶνος δοθεὶς δεομένοις; καὶ τροφὴ παρελθοῦσα μεθʼ ἡδονῆς εὐθὺς ἔλυσε τὰ δυσχερῆ πάντα καὶ κατέστησεν εἰς τὸ οἰκεῖον τὴν φύσιν, ὥσπερ εὐδίας καὶ γαλήνης γενομένης. αἱ δὲ διὰ τῶν ἐπιπόνων βοήθειαι μόγις καὶ κατὰ μικρὸν ἀνύουσι, χαλεπῶς ἐκμοχλεύουσαι καὶ προσβιαζόμεναι τὴν φύσιν. οὐκ ἂν οὖν ἡμᾶς διαβάλλοι Φιλῖνος, εἰ μὴ τὰ ἱστία ἑκάτερα δἐπαράμενοι τὴν ἡδονὴν φεύγοιμεν, ἀλλὰ πειρῴμεθα τὸ ἡδέως καὶ ὑγιεινῶς ἐμμελέστερον, ἢ ὡς ἔνιοι φιλόσοφοι τὸ ἡδέως καὶ καλῶς, συνοικειοῦν. εὐθὺς οὖν περὶ τὸ πρῶτον, ὦ Φιλῖνε, τῶν ἐπιχειρημάτων δοκεῖς μοι διεψεῦσθαι, τὰ θηρία τῶν ἀνθρώπων ἁπλουστέραις τροφαῖς χρῆσθαι καὶ μᾶλλον ὑγιαίνειν ὑποτιθέμενος. οὐδέτερον γὰρ ἀληθές ἐστιν· ἀλλὰ τῷ μὲν αἱ παρʼ Εὐπόλιδος αἶγες ἀντιμαρτυροῦσιν, ὑμνοῦσαι τὴν τροφὴν ὡς παμμιγῆ καὶ ποικίλην οὖσαν, οὕτω πως λέγουσαι βοσκόμεθʼ ὕλης ἀπὸ παντοδαπῆς, ἐλάτης, πρίνου, κομάρου τε πτόρθους ἁπαλοὺς ἀποτρώγουσαι, καὶ πρὸς τούτοισιν ἔτʼ ἄλλακύτισὸν τʼ ἠδὲ σφάκον εὐώδη καὶ σμίλακα τὴν λύφυλλον, κότινον, σχῖνον, μελίαν, λεύκην, ἀρίαν, δρῦν, κιττόν, ἐρίκην, πρόμαλον, ῥάμνον, φλόμον, ἀνθέρικον, κισθόν, φηγόν, θύμα, θύμβραν.τὰ γὰρ κατηριθμημένα μυρίας δήπου διαφορὰς ἔχει χυμῶν καὶ ὀδμῶν καὶ δυνάμεων· πλείονα δὲ τῶν εἰρημένων παραλέλειπται. τὸ δὲ δεύτερον Ὅμηρος ἀθετεῖ μᾶλλον ἐμπείρως, τὰ λοιμικὰ πάθη πρῶτον ἅπτεσθαι τῶν ἀλόγων ἀποφαινόμενος. κατηγορεῖ δʼ αὐτῶν καὶ ἡ βραχύτης τοῦ βίου τὸ ἐπίκηρον καὶ νοσῶδες οὐδὲν γὰρ ὡς εἰπεῖν πολυχρόνιόν ἐστι, πλὴν εἰ φαίη τις κόρακα καὶ κορώνην, ἃ δὴ παμφάγα τʼ ὄντα καὶ πάσης ἁπτόμενα τροφῆς ὁρῶμεν. καὶ μὴν καὶ τῇ τῶν νοσούντων διαίτῃ καλῶς; ἐποίεις τὰ εὔπεπτα καὶ δύσπεπτα τεκμαιρόμενος· καὶ γὰρ πόνος καὶ γυμνάσια καὶ τὸ διαιρεῖν τὴν τροφὴν εὔπεπτα μέν ἐστιν, οὐχ ἁρμόζει δὲ τοῖς πυρέττουσι. τὴν δὲ μάχην καὶ τὴν διαφορὰν τῆς ποικίλης τροφῆς ἀλόγως ἐδεδίεις· εἴτε γὰρ ἐξ ὁμοίων ἀναλαμβάνει τὸ οἰκεῖον ἡ φύσις εἰς τὸν ὄγκον αὐτόθεν, ἡ ποικίλη τροφὴ πολλὰς μεθιεῖσα ποιότητας ἐξ ἑαυτῆς ἑκάστῳ μέρει τὸ πρόσφορον ἀναδίδωσιν· ὥστε γίγνεσθαι τὸ τοῦ Ἐμπεδοκλέους ὡς γλυκὺ μὲν γλυκὺ μάρπτε, πικρὸν δʼ ἐπὶ πικρὸν ὄρουσεν, ὀξὺ δʼ ἐπʼ ὀξύ, δαλερὸν δαλεροῦ λαβέτω δὲ καὶ ἄλλου ἐπὶ πρόσφορον μένοντος τῇ θερμότητι ἐν τῷ πνεύματι τοῦ μίγματος σκεδασθέντος, τὰ οἰκεῖα τοῖς συγγενέσιν ἕπεται· τὸ γὰρ οὕτω παμμιγὲς σῶμα καὶ πανηγυρικόν, ὡς τὸ ἡμέτερον, ἐκ ποικίλης ὕλης λόγον ἔχει μᾶλλον ἢ ἁπλῆς συνερανίζεσθαι καὶ ἀναπληροῦν τὴν κρᾶσιν. εἴτε μὴ τοῦτʼ ἐστίν, ἀλλʼ ἡ καλουμένη πέψις ἀλλοιοῦν πέφυκε καὶ μεταβάλλειν τὴν τροφήν, ἐν τῷ ποικίλῳ τοῦτο συμβήσεται θᾶττον καὶ κάλλιον· ἀπαθὲς γὰρ ὑπὸ τοῦ ὁμοίου τὸ ὅμοιον, ἡ δʼ ἀντίταξις καὶ διαφορὰ μᾶλλον ἐξίστησι τῇ πρὸς τοὐναντίον μίξει τὰς ποιότητας ἀπομαραινομένας.