τὸ δὲ μακάριον καὶ ἄφθαρτον ἔστω μὲν ὂν οἷον αὐτῷ, μὴ φροντίζον τῶν καθʼ ἡμᾶς· ἡμῖν δέ που νόμῳ πόλεως συνεπομένοις ἐξευλαβητέον ἐστὶν εἰς θέρος ἐμβαλεῖν καὶ κατάρχεσθαι θυσιῶν, ὀλίγον ἔμπροσθεν διαπεπραγμένοις τι τοιοῦτον. ὅθεν εὖ ἔχει τὸ τὴν νύκτα καὶ τὸν ὕπνον ἐν μέσῳ θεμένους καὶ ποιήσαντας ἱκανὸν διάλειμμα καὶ διάστημα καθαροὺς αὖθις ὥσπερ ἐξ ὑπαρχῆς καὶ νέα ἐφʼ ἡμέρῃ φρονέοντας κατὰ Δημόκριτον ἀνίστασθαι.τοῦ νέου οἴνου Ἀθήνησι μὲν ἑνδεκάτῃ μηνὸς κατάρχονται, Πιθοίγια τὴν ἡμέραν καλοῦντες· καὶ πάλαι γʼ ὡς ἔοικεν εὔχοντο, τοῦ οἴνου πρὶν ἢ πιεῖν ἀποσπένδοντες, ἀβλαβῆ καὶ σωτήριον αὐτοῖς τοῦ φαρμάκου τὴν χρῆσιν γενέσθαι. παρʼ ἡμῖν δʼ ὁ μὲν μὴν καλεῖται Προστατήριος, ἕκτῃ δʼ ἱσταμένου νομίζεται θύσαντας ἀγαθῷ Δαίμονι γεύεσθαι τοῦ οἴνου μετὰ ζέφυρον· οὗτος γὰρ μάλιστα τῶν ἀνέμων ἐξίστησι καὶ κινεῖ τὸν οἶνον, καὶ ὁ τοῦτον διαφυγὼν ἤδη δοκεῖ παραμένειν βέβαιος. ἔθυσεν οὖν ὁ πατὴρ ὥσπερ εἰώθει τὴν θυσίαν, καὶ μετὰ τὸ δεῖπνον, ἐπαινουμένου τοῦ οἴνου, τοῖς φιλοσοφοῦσι μειρακίοις μεθʼ ἡμῶν προύβαλε ζητεῖν λόγον, ὡς τὸ γλεῦκος ἣκιστα μεθύσκει. τοῖς μὲν οὖν πολλοῖς παράδοξον ἐφάνη καὶ ἄπιστον· ὁ δʼ Ἁγίας ἔφη τὸ γλυκὺ πανταχοῦ προσίστασθαι καὶ πλήσμιον εἶναι· διὸ καὶ γλεύκους οὐκ ἄν τινα πιεῖν ῥᾳδίως; ὅσον εἰς μέθην ἱκανόν ἐστιν· ἀπαγορεύειν γὰρ ἀηδίᾳ τὴν ὄρεξιν ἄχρι τοῦ μὴ διψῆν προελθοῦσαν. ὅτι δὲ τοῦ γλυκέος διαφέρει τὸ ἡδὺ καὶ τὸν ποιητὴν ἐπιστάμενον λέγειν τυρῷ καὶ μέλιτι γλυκερῷ καὶ ἡδέι οἴνῳ· τὸν γὰρ οἶνον ἐν ἀρχῇ μὲν εἶναι γλυκύν, γίγνεσθαι δʼ ἡδὺν ὅταν εἰς τὸ αὐστηρὸν τῇ πέψει μεταβάλῃ παλαιούμενος.Ἀρισταίνετος δʼ ὁ Νικαεὺς ἔν τισιν ἐνίοις γράμμασιν ἀνεγνωκὼς ἔφη μνημονεύειν, ὅτι γλεῦκος μιχθὲν οἴνῳ παύει μέθην· τῶν δʼ ἰατρῶν τινας λέγει τοὺς πλέον πιόντας κελεύειν ἐμεῖν, εἶθʼ, ὅταν μέλλωσι καθεύδειν, ἄρτον εἰς μέλι καταβάψαντας ἐμφαγεῖν ἔδοσαν. εἴ τι οὖν αἱ γλυκύτητες ἀμβλύνουσι τὸν ἄκρατον, εἰκότως ὁ νέος οἶνος οὐ μεθύσκει, πρὶν ἂν ἡ γλυκύτης μεταβάλῃ.σφόδρʼ οὖν ἀπεδεξάμεθα τὴν εὑρησιλογίαν τῶν νεανίσκων, ὅτι τοῖς ἐμποδὼν οὐκ ἐπιπεσόντες ἰδίων εὐπόρησαν ἐπιχειρημάτων. ἐπεὶ τά γε πρόχειρα καὶ ῥᾴδια λαβεῖν ἥ τε βαρύτης ἐστὶ τοῦ γλεύκους, ὡς Ἀριστοτέλης φησίν, ἡ διακόπτουσα τὴν κοιλίαν, καὶ τὸ πολὺ συμμἐνειν πνευματῶδες καὶ ὑδατῶδες· ὧν τὸ μὲν εὐθὺς ἐκπίπτει βιαζόμενον, τὸ δὲ πέφυκε τὸ ὑδατῶδες ἀμβλύτερον ποιεῖν τὸν οἶνον· παλαίωσις δʼ ἐπίτασιν ποιεῖ, ἐκκρινομένου τοῦ ὑδατώδους· καὶ γίγνεται μέτρῳ μὲν ἐλάττων ὁ οἶνος δυνάμει δὲ σφοδρότερος.οὐκοῦν εἶπεν ὁ πατήρ ἐπεὶ παρακεκινήκαμεν τὸν Ἀριστοτέλη, καὶ περὶ τῶν ἀκροθωράκων τι καλουμένων ἴδιον ἐπιχειρήσομεν εἰπεῖν· οὐ γὰρ ἱκανῶς μοι δοκεῖ, καίπερ ὀξύτατος ὢν ἐν τοῖς τοιούτοις ζητήμασι, διηκριβωκέναι τὴν αἰτίαν. φησὶ γὰρ οἶμαι τοῦ μὲν νήφοντος εὖ καὶ κατὰ τὰ ὄντα κρίνειν τὸν λογισμόν, τοῦ δʼ ἄγαν μεθύοντος ἐκλελυμένην κατέχεσθαι τὴν αἴσθησιν, τοῦ δʼ ἀκροθώρακος ἔτι μὲν ἰσχύειν τὸ φανταστικὸν ἢδη δὲ τεταράχθαι τὸ λογιστικόν· διὸ καὶ κρίνειν καὶ κακῶς κρίνειν ἐπακολουθοῦντα ταῖς φαντασίαις. ἀλλὰ πῶς εἶπεν ὑμῖν δοκεῖ περὶ τούτων;ἐμοὶ μέν ἔφην ἐπισκοποῦντι κατʼ ἐμαυτὸν ἀποχρῶν οὗτος ἦν πρὸς τὴν αἰτίαν ὁ λόγος· εἰ δὲ κελεύεις ἴδιόν τι κινεῖν, ὅρα πρῶτον εἰ τὴν εἰρημένην διαφορὰν ἐπὶ τὸ σῶμα μετοιστέον ἐστί. τῶν γὰρ ἀκροθωράκων ἡ διάνοια μόνον τετάρακται, τὸ δὲ σῶμα ταῖς ὁρμαῖς ἐξυπηρετεῖν δύναται, μήπω βεβαπτισμένον· ὅταν δὲ κατασεισθῇ καὶ πιεσθῇ, προδίδωσι τὰς ὁρμὰς καὶ παρεῖται· μέχρι γὰρ ἔργων οὐ πρόεισιν· ἐκεῖνοι δὲ τὸ συνεξαμαρτάνον ἔχοντες οὐ τῷ μᾶλλον ἀλογιστεῖν ἀλλὰ τῷ μᾶλλον ἰσχύειν ἐλέγχονται. ἀπʼ ἄλλης δʼ εἶπον ἀρχῆς σκοποῦντι τοῦ οἴνου τὴν δύναμιν, οὐδὲν κωλύει ποικίλην εἶναι καὶ τῇ ποσότητι συμμεταβάλλουσαν. ὥσπερ τὸ πῦρ τὸν κέραμον, ἂν μὲν μέτριον, συγκρατύνει καὶ πήγνυσιν· ἂν δʼ ὑπερβολῇ πλήξῃ, συνέτηξε καὶ ῥεῖν ἐποίησεν ἀνάπαλιν δʼ ἡ ὥρα τοὺς πυρετοὺς ἀρχομένη μὲν ἀνακινεῖ καὶ ἐκκάει, προϊούσης δέ, μᾶλλον καθίστανται καὶ ἀπολήγουσι· τί οὖν κωλύει καὶ τὴν διάνοιαν ὑπὸ τοῦ οἴνου φυσικῶς κινουμένην, ὅταν ταραχθῇ καὶ παροξυνθῇ, πάλιν ἀνίεσθαι καὶ καθίστασθαι πλεονάζοντος; ὁ γοῦν ἐλλέβορος ἀρχὴν τοῦ καθαίρειν ἔχει τὸ ταράττειν τὸν ὄγκον· ἀλλʼ ἢν ἐλάττων τοῦ μετρίου δοθῇ, ταράττει μὲν οὐδὲν δὲ καθαίρει. καὶ τῶν ὑπνωτικῶν ἔνιοι λαβόντες ἐνδοτέρω τοῦ μετρίου θορυβωδέστερον διατίθενται, πλέον δὲ λαβόντες ἔνιοι καθεύδουσιν. εἰκὸς δέ που καὶ ταύτην τὴν περὶ τὸν ἀκροθώρακα ταραχήν, ὅταν ἀκμὴν λάβῃ, μαραίνεσθαι, καὶ πρὸς τοῦτο συνεργεῖν τὸν οἶνον πολὺς γὰρ εἰσελθὼν τὸ σῶμα συνεξέκαυσε καὶ κατανάλωσε τὸ μανιῶδες τῆς ψυχῆς. ὥσπερ γὰρ ἡ θρηνῳδία καὶ ὁ ἐπικήδειος αὐλὸς ἐν ἀρχῇ πάθος κινεῖ καὶ δάκρυον ἐκβάλλει, προάγων δὲ τὴν ψυχὴν εἰς οἶκτον οὕτω κατὰ μικρὸν ἐξαιρεῖ καὶ ἀναλίσκει τὸ λυπητικόν ὁμοίως; ἴδοις ἂν καὶ τὸν οἶνον, ὅταν σφόδρα ταράξῃ καὶ παροξύνῃ τὸ ἀκμαῖον καὶ θυμοειδές, αὖθις καταδύοντα καὶ καθιστάντα τὴν διάνοιαν, ὡς πορρωτέρω μέθης προϊοῦσαν ἡσυχάζειν.