ἐθαύμαζε δὲ Φλῶρος, εἰ γεγραφὼς Ἀριστοτέλης ἐν τῷ περὶ μέθης, ὅτι μάλιστα μὲν οἱ γέροντες ἣκιστα δʼ αἱ γυναῖκες ὑπὸ μέθης ἁλίσκονται, τὴν αἰτίαν οὐκ ἐξειργάσατο, μηδὲν εἰωθὼς προΐεσθαι τῶν τοιούτων. εἶτα μέντοι προὔβαλεν ἐν μέσῳ σκοπεῖν τοῖς παροῦσιν. ἦν δὲ τῶν συνήθων τὸ δεῖπνον. ἔφη τοίνυν ὁ Σύλλας θατέρῳ θάτερον ἐμφαίνεσθαι· κἂν εἰ περὶ τῶν γυναικῶν ὀρθῶς τὴν αἰτίαν λάβοιμεν, οὐκ ἔτι πολλοῦ λόγου δεήσεσθαι περὶ τῶν γερόντων· ἐναντίας γὰρ εἶναι μάλιστα τὰς φύσεις τῇ θʼ ὑγρότητι καὶ ξηρότητι καὶ λειότητι καὶ τραχύτητι καὶ μαλακότητι καὶ σκληρότητι. καὶ τοῦτʼ ἔφη λαμβάνειν κατὰ τῶν γυναικῶν πρῶτον, ὅτι τὴν κρᾶσιν ὑγρὰν ἔχουσιν, ἣ καὶ τὴν ἁπαλότητα τῆς σαρκὸς ἐμμεμιγμένη παρέχει καὶ τὸ στίλβον ἐπὶ λειότητι καὶ τὰς καθάρσεις· ὅταν οὖν ὁ οἶνος εἰς ὑγρότητα πολλὴν ἐμπέσῃ, κρατούμενος ἀποβάλλει τὴν βαφὴν καὶ γίγνεται παντάπασιν ἀβαφὴς καὶ ὑδατώδης. ἔστι δέ τι καὶ παρʼ αὐτοῦ λαβεῖν Ἀριστοτέλους· τοὺς γὰρ ἄθρουν καὶ ἀπνευστὶ πίνοντας, ὅπερ ἀμυστίζειν ὠνόμασαν οἱ παλαιοί, φησὶν ἥκιστα περιπίπτειν μέθαις· οὐ γὰρ ἐνδιατρίβειν τὸν ἄκρατον αὐτοῖς, ἀλλʼ ἐξωθούμενον ῥύμῃ διαπορεύεσθαι διὰ τοῦ σώματος. ἐπιεικῶς δὲ τὰς γυναῖκας ὁρῶμεν οὕτω πινούσας. εἰκὸς δʼ αὐτῶν καὶ τὸ σῶμα, διὰ τὸν ἐνδελεχῆ τῶν ὑγρῶν κατασπασμὸν ἐπὶ τὰς ἀποκαθάρσεις πολύπορον γεγονέναι καὶ τετμῆσθαι καθάπερ ἀνδήροις καὶ ὀχετοῖς· εἰς οὓς ἐμπίπτοντα τὸν ἄκρατον ὑπάγειν ταχέως καὶ μὴ προσίστασθαι τοῖς κυρίοις μέρεσιν, ὧν διαταραττομένων συμβαίνει τὸ μεθύειν. οἱ δὲ γέροντες ὅτι μέν εἰσιν ἐνδεεῖς ἰκμάδος οἰκείας, τοὔνομά μοι δοκεῖ φράζειν πρῶτον· οὐ γὰρ ὡς ῥέοντες εἰς γῆν, ἀλλʼ ὡς γεώδεις καὶ γεηροί τινες·, ἤδη γιγνόμενοι τὴν ἕξιν οὕτω προσαγορεύονται. δηλοῖ δὲ καὶ τὸ δυσκαμπὲς αὐτῶν καὶ σκληρόν, ἔτι δʼ ἡ τραχύτης·, τὴν ξηρότητα τῆς φύσεως.ὅταν οὖν ἐμπίνωσιν, εἰκὸς ἀναλαμβάνεσθαι τὸν οἶνον, τοῦ σώματος σπογγώδους διὰ τὸν αὐχμὸν ὄντος· εἶτʼ ἐμμένοντα πληγὰς καὶ βαρύτητας ἐμποιεῖν. ὡς γὰρ τὰ ῥεύματα τῶν μὲν πυκνῶν ἀποκλύζεται χωρίων καὶ πηλὸν οὐ ποιεῖ τοῖς δʼ ἀραιοῖς ἀναμίγνυται μᾶλλον, οὕτως ὁ οἶνος ἐν τοῖς τῶν γερόντων σώμασιν ἔχει διατριβὴν ἑλκόμενος ὑπὸ τῆς ξηρότητος, ἄνευ δὲ τούτων ἰδεῖν ἔστι τὰ συμπτώματα τῆς μέθης τὴν τῶν γερόντων φύσιν ἐξ ἑαυτῆς ἔχουσαν · ἔστι γὰρ συμπτώματα μέθης ἐπιφανέστατα, τρόμοι μὲν ἄρθρων ψελλισμοὶ δὲ γλώσσης, πλεονασμοὶ δὲ λαλιᾶς ὀξύτητες δʼ ὀργῆς, λῆθαί τε καὶ παραφοραὶ διανοίας· ὧν τὰ πολλὰ καὶ περὶ τοὺς ὑγιαίνοντας ὄντα πρεσβύτας ὀλίγης ῥοπῆς δεῖται καὶ σάλου τοῦ τυχόντος· ὥστε μὴ γένεσιν ἰδίων ἀλλὰ κοινῶν ἐπίτασιν συμπτωμάτων γίγνεσθαι τὴν μέθην τῷ γέροντι· τεκμήριον δὲ τούτου τὸ μηδὲν εἶναι γέροντι νέου μεθυσθέντος ὁμοιότερον.ὁ μὲν οὖν Σύλλας ταῦτʼ εἶπεν. ὁ δὲ τακτικὸς Ἀπολλωνίδης ἔφη τὸν μὲν περὶ τῶν γερόντων ἀποδέχεσθαι λόγον· ἐν δὲ ταῖς γυναιξὶν αὐτῷ δοκεῖν παραλελεῖφθαι τὸ τῆς ψυχρότητος, ᾗ θερμότατον ἄκρατον ἀποσβέννυσθαι καὶ ἀποβάλλειν τὸ πλῆττον καὶ πυρῶδες. πιθανοῦ δὲ καὶ τούτου δοκοῦντος, Ἀθρΐλατος ὁ Θάσιος; ἰατρὸς ἐμβαλών τινα τῇ ζητήσει διατριβὴν εἶναί τινας ἔφησεν, οἳ τὰς γυναῖκας οὐ ψυχρὰς ἀλλὰ θερμοτέρας τῶν ἀνδρῶν ὑπολαμβάνουσιν, ἑτέρους δὲ μᾶλλον οἳ τὸν οἶνον οὐ θερμὸν ἀλλὰ καὶ ψυχρὸν ἡγοῦνται.θαυμάσαντος δὲ τοῦ Φλώρου, τὸν μὲν περὶ τοῦ οἴνου λόγον εἶπεν ἀφίημι τούτῳ δείξας ἐμέ· καὶ γὰρ ἐτυγχάνομεν ὀλίγαις ἡμέραις πρότερον εἰς τοῦτο διειλεγμένοι· τῶν δὲ γυναικῶν ἔφη τὴν θερμότητα πρῶτον ἀπὸ τῆς ψιλότητος οἴονται δεικνύναι, καταναλισκομένου τοῦ περιττώματος ὑπὸ τῆς θερμότητος, ὃ πλεονάζον εἰς τρίχας τρέπεται· δεύτερον δὲ τῷ πλήθει τοῦ αἵματος, ὃ πηγὴ μὲν εἶναι τῆς ἐν τῷ σώματι θερμότητος, ἔστι δὲ τοσοῦτον ταῖς γυναιξίν, ὥστʼ αὐτὰς καταπιμπράναι καὶ περιφλέγειν, εἰ μὴ πολλαὶ καὶ ταχεῖαι συμβαίνοιεν καθάρσεις. τρίτον τοῦτο τὸ περὶ τὰς ταφὰς αἱρεῖ θερμότερα τὰ θήλεα τῶν ἀρρένων εἶναι· λέγεται γὰρ ὑπὸ τῶν σκευωρουμένων τάδε συντίθεσθαι παρὰ δέκα νεκροὺς; ἀνδρῶν ἕνα γυναικὸς καὶ συνεξάπτειν, δᾳδῶδές τι καὶ λιπαρὸν αὐτῶν τῆς σαρκὸς ἐχούσης, ὥσθʼ ὑπέκκαυμα γίγνεσθαι τῶν ἄλλων. ἔτι δʼ, εἰ θερμότερον τὸ γονιμώτερον αἱ δὲ παρθένοι τῶν παίδων ὀργῶσι πρότερον καὶ σαλεύονται πρὸς τὸ γεννᾶν, οὐδʼ αὕτη τις ἀσθενὴς ἀπόδειξις ἂν εἴη τῆς θερμότητος. ἔτι δὲ μείζων καὶ πιθανωτέρα τὸ πρὸς τὰ κρύη καὶ τοὺς χειμῶνας εὐφόρως ἔχειν· ἧττον γὰρ αἱ πλεῖσται ῥιγοῦσι τῶν ἀνδρῶν καὶ παντάπασιν ἱματίων ὀλίγων δέονται.ἀλλʼ ἀπʼ αὐτῶν οἶμαι τούτων ὁ Φλῶρος ἔφη τῶν ἐπιχειρημάτων ἐλέγχεσθαι τὸ δόγμα. πρῶτον μὲν γὰρ ἀντέχουσι τῷ ψύχει μᾶλλον, ὅτι πολλάκις τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου δυσπαθέστερόν ἐστιν· ἔπειτα μέντοι καὶ τὸ σπέρμα μὴ προγεγονέναι τὸ γόνιμον διὰ κατάψυξιν, ἀλλʼ ὕλην μόνον καὶ τροφὴν παρέχειν τῷ ἀπὸ τοῦ ἄρρενος. ἔπειτα λήγουσι τίκτουσαι πολὺ πρότερον ἢ γεννῶντες οἱ ἄνδρες. κάονται δὲ βέλτιον ὑπὸ πιμελῆς, ὃ δοκεῖ ψυχρότερον εἶναι τοῦ σώματος· ἥκιστα γοῦν οἱ νέοι· καὶ γυμναστικοὶ πιμελώδεις. ἡ δʼ ἔμμηνος κάθαρσις οὐ πλήθους ἀλλὰ διαφθορᾶς καὶ φαυλότητὸς ἐστιν αἵματος· τὸ γὰρ ἄπεπτον αὐτοῦ καὶ περιττωματικὸν οὐκ ἔχον ἵδρυσιν οὐδὲ σύστασιν ἐν τῷ σώματι διʼ ἀσθένειαν ἐκπίπτει, παντάπασιν ἀμβλὺ καὶ θολερὸν ἀρρωστίᾳ τοῦ θερμοῦ γιγνόμενον. δηλοῖ γοῦν καὶ τὸ ῥιγοῦν καὶ τὸ ὑποφρίττειν ὡς ἐπὶ πολὺ τὰς καθαιρομένας, ὅτι ψυχρόν ἐστι καὶ ἄπεπτον τὸ κεκινημένον καὶ ἀποχωροῦν ἐκ τοῦ σώματος. τὴν δὲ ψιλότητα τίς ἂν εἴποι, ὅτι θερμότητος οὐχὶ μᾶλλον ψυχρότητός ἐστι τὸ πάθος, ὁρῶν τὰ θερμότατα τοῦ σώματος μέρη δασυνόμενα; πάντα γὰρ ἐξωθεῖται τὰ τοιαῦτα τῷ θερμῷ, χαράσσοντι καὶ ἀναστομοῦντι τὴν ἐπιφάνειαν. ἡ δὲ λειότης πυκνότητι γέγονεν ὑπὸ ψυχρότητος· ὅτι δʼ εἰσὶ πυκνότεραι τῶν ἀνδρῶν, ὦ φίλʼ Ἀθρυΐλατε, πυθοῦ παρὰ τῶν ἔτι συναναπαυομένων γυναιξὶν ἢ μύρον ἀληλιμμέναις ἢ ἔλαιον· ἀναπίμπλανται γὰρ αὐτοῦ τοῦ χρίσματος ἐν τῷ συγκαθεύδειν, κἂν μὴ θίγωσι μηδὲ προσάψωνται τῶν γυναικῶν, διὰ θερμότητα καὶ μανότητα τοῦ σώματος ἕλκοντος.