ἐπαινεσάντων δʼ ἡμῶν, τὸν Τρύφωνα, μειδιῶν ὁ Ἀμμώνιος οὐκ ἄξιον ἔφη ποικίλον οὕτω καὶ ἀνθηρὸν λόγον ὥσπερ στέφανον ἀντιλέγοντα διαλακτίζειν· πλὴν ὅ τε κιττὸς οὐκ οἶδʼ ὅπως συγκαταπέπλεκται ψυχρότητι συγκατασβεννύναι λεγόμενος τὸν ἄκρατον· ἔστι γὰρ ἔμπυρος καὶ θερμότερος, καὶ ὅ γε καρπὸς; αὐτοῦ μιγνύμενος εἰς τὸν οἶνον μεθυστικὸν ποιεῖ καὶ ταρακτικὸν τῷ πυροῦθαι· τὸ δὲ κλῆμα λέγουσιν αὐτοῦ σπώμενον ὥσπερ τἀν πυρὶ ξύλα συνδιαστρέφεσθαι. χιὼν δὲ πολλάκις ἡμέρας συχνὰς ἐπιμένουσα τοῖς ἄλλοις φυτοῖς φεύγει τάχιστα τὸν κιττόν· μᾶλλον δʼ ὅλως εὐθὺς ἀπόλλυται καὶ περιτήκεται περὶ αὐτὸν ὑπὸ θερμότητος. ὃ δὲ μέγιστόν ἐστιν ὑπὸ Θεοφράστου δʼ ἱστόρηται, Ἀλεξάνδρου κελεύσαντος Ἑλληνικὰ δένδρα τοῖς ἐν Βαβυλῶνι παραδείσοις ἐμβαλεῖν Ἅρπαλον, μάλιστα δέ, τῶν τόπων ἐμπύρων ὄντων καὶ περιφλεγόντων, τὰ ἀλσώδη καὶ εὐπέταλα καὶ σκιερὰ δ καταμῖξαι τοῖς φυτοῖς, μόνον οὐκ ἐδέξατο τὸν κιττὸν ἡ χώρα, καίτοι πολλὰ τοῦ Ἁρπάλου πραγματευομένου καὶ προσφιλονεικοῦντος· ἀλλʼ ἀπώλλυτο καὶ κατεξηραίνετο τῷ πυρώδης μὲν αὐτὸς εἶναι, πρὸς πυρώδη δὲ μίγνυσθαι γῆν οὐ λαμβάνων κρᾶσιν ἀλλʼ ἐξιστάμενος, αἱ γὰρ ὑπερβολαὶ φθείρουσι τὰς δυνάμεις· διὸ τῶν ἐναντίων μᾶλλον ὀρέγονται; καὶ φιλόθερμόν ἐστι τὸ ψυχρὸν καὶ φιλόψυχρον τὸ θερμόν ὅθεν οἱ ὄρειοι καὶ πνευματώδεις καὶ νιφόμενοι τόποι τὰ δᾳδώδη καὶ πισσοτρόφα τῶν φυτῶν, μάλιστα πεύκας καὶ στροβίλους, ἐκφέρουσιν. ἄνευ δὲ τούτων, ὦ φίλε Τρύφων, τὰ δύσριγα καὶ ψυχρὰ φυλλορροεῖ, μικρότητι τοῦ θερμοῦ καὶ ἀσθενείᾳ συστελλομένου καὶ προλείποντος τὸ φυτόν· ἐλαίαν δὲ καὶ δάφνην καὶ κυπάριττον ἀειθαλῆ διαφυλάσσει τὸ λιπαρὸν καὶ. τὸ θερμὸν ὥσπερ τὸν κιττόν. ὅθεν ὁ φίλτατος Διόνυσος οὐχ ὡς βοηθὸν ἐπὶ τὴν μέθην οὐδʼ ὡς πολέμιον τῷ οἴνῳ τὸν κιττὸν ἐπήγαγεν· ὅς γε τὸν ἄκρατον ἄντικρυς μέθυ καὶ μεθυμναῖον αὐτὸς αὑτὸν ὠνόμασεν.ἀλλά μοι δοκεῖ καθάπερ οἱ φίλοινοι, μὴ παρόντος ἀμπελίνου, κριθίνῳ χρῶνται πώματι, καὶ μηλίτας τινάς, οἱ δὲ φοινικίνους οἴνους ποιοῦσιν· οὕτω καὶ ὁ ποθῶν χειμῶνος ὥρᾳ τὸν ἀπὸ τῆς ἀμπέλου στέφανον, ὡς ἐκείνην ἑώρα γυμνὴν καὶ ἄφυλλον, ἀγαπῆσαι τὴν ὁμοιότητα τοῦ κιττοῦ. καὶ γὰρ τοῦ κλήματος τὸ ἑλικῶδες τοῦτο καὶ σφαλλόμενον ἐν τῇ πορείᾳ καὶ τοῦ πετάλου τὸ ὑγρὸν καὶ περικεχυμένον ἀτάκτως, μάλιστα δʼ αὐτὸς ὁ κόρυμβος ὄμφακι πυκνῷ καὶ περκάζοντι προσεοικώς, ἐκμεμίμηται τὴν τῆς ἀμπέλου διάθεσιν. οὐ μὴν ἀλλὰ κἂν βοηθῇ τι πρὸς μέθην ὁ κιττός, θερμότητι τοῦτο ποιεῖν φήσομεν αὐτὸν ἀνοίγοντα τοὺς πόρους ἢ συνεκπέττοντα μᾶλλον τὸν ἄκρατον, ἵνα καὶ μένῃ σὴν χάριν, ὦ Τρύφων, ἰατρὸς ὁ Διόνυσος.πρὸς ταῦθʼ ὁ μὲν Τρύφων ἄφωνος; ἦν, ὅπως ἀντείποι σκεπτόμενος· ὁ δʼ Ἐράτων ἕκαστον ἡμῶν τῶν νέων ἀνακαλούμενος ἐκέλευε βοηθεῖν τῷ Τρύφωνι περὶ τῶν στεφάνων ἢ τοὺς στεφάνους ἀποτίθεσθαι· καὶ Ἀμμώνιος; ἔφη παρέχειν ἄδειαν, οὐ γὰρ ἀντερεῖν οἷς ἂν ἡμεῖς; εἴπωμεν. οὕτω δὴ καὶ τοῦ Τρύφωνος ἐπικελεύοντος εἰπεῖν ἔφην ὅτι τὸ μὲν ἀποδεῖξαι ψυχρὸν εἶναι τὸν κιττὸν οὐκ ἐμὸν ἦν ἔργον, ἀλλὰ Τρύφωνος· οὗτος γὰρ αὐτῷ ψύχοντι καὶ στύφοντι πολλὰ χρῆται· τῶν δʼ εἰρημένων ἔφην τὸ μὲν μεθύσκειν κιττὸν οἴνῳ μιγνύμενον οὐκ ἀληθές ἐστιν· ὃ γὰρ ἐμποιεῖ τοῖς πιοῦσι πάθος οὐ μέθην ἄν τις εἴποι, ταραχὴν δὲ καὶ παραφροσύνην, οἷον ὑοσκύαμος ἐμποιεῖ καὶ πολλὰ ἄλλα τοιαῦτα κινοῦντα μανικῶς τὴν διάνοιαν. ὁ δὲ τοῦ κλήματος σπασμὸς; ἄλογός ἐστι· τοιαῦτα γὰρ παρὰ φύσιν ἔργα τῶν κατὰ φύσιν δυνάμεων οὐκ ἔστιν· ἀλλὰ καὶ τὰ ξύλα διαστρέφεται, τοῦ πυρὸς τὸ ὑγρὸν ἕλκοντος ἐξ αὐτῶν βίᾳ, κυρτότητας ἴσχοντα καὶ παραβάσεις· τὸ δὲ συγγενὲς θερμὸν αὔξειν καὶ τρέφειν πέφυκε. σκόπει δὲ μὴ μᾶλλον ἀρρωστία τις καὶ ψυχρότης σώματος τὸ πολυκαμπὲς καὶ χαμαιπετὲς πέφυκεν, προσκρούσεις πυκνὰς καὶ ἀντικοπὰς λαμβάνοντος, ὥσπερ ὁδοιπόρου διʼ ἀσθένειαν πολλάκις ἀποκαθίζοντος εἶτα πάλιν ἐρχομένου· διὸ καὶ περιπλοκῆς δεῖται καὶ στηρίγματος, αὐτὸς ἑαυτὸν ἀνέχειν καὶ ποδηγεῖν ἀδυνατῶν διʼ ἔνδειαν θερμότητος, ἧς; τὸ ἀνωφερὲς δύναμίς ἐστιν. ἡ δὲ χιὼν ἀπορρεῖ καὶ περιτήκεται διʼ ὑγρότητα τοῦ φύλλου τὸ γὰρ ὕδωρ σβέννυσιν αὐτῆς καὶ κόπτει τὴν χαυνότητα διὰ τὸ μικρῶν εἶναι καὶ πυκνῶν ἄθροισμα πομφολύγων ὅθεν οὐχ ἧττον ἐν τοῖς περιψύκτοις σφόδρα καὶ νοτεροῖς τόποις ἢ τοῖς προσείλοις αἱ χιόνες ῥέουσι. τὸ δʼ ἀειθαλὲς τοῦτο καὶ ὥς φησιν Ἐμπεδοκλῆςἐμπεδόφυλλον οὐκ ἔστι θερμότητος· οὐδὲ γὰρ ψυχρότητος τὸ φυλλορροεῖν. ἡ γοῦν μυρρίνη καὶ τὸ ἀδίαντον οὐκ ὄντα τῶν θερμῶν ἀλλὰ τῶν ψυχρῶν ἀεὶ τέθηλεν.ἔνιοι μὲν οὖν ὁμαλότητι κράσεως οἴονται παραμένειν τὸ φύλλον· Ἐμπεδοκλῆς δὲ πρὸς τούτῳ καὶ πόρων τινὰ συμμετρίαν αἰτιᾶται, τεταγμένως καὶ ὁμαλῶς τὴν τροφὴν διιέντων, ὥστʼ ἀρκούντως ἐπιρρεῖν. τοῖς δὲ φυλλορροοῦσιν οὐκ ἔστι διὰ μανότητα τῶν ἄνω καὶ στενότητα τῶν κάτω πόρων, ὅταν οἱ μὲν μὴ ἐπιπέμπωσιν οἱ δὲ μὴ φυλάττωσιν ἀλλʼ ὀλίγην λαβόντες ἄθρουν ἐκχέωσιν, ὥσπερ ἐν ἀνδήροις τισὶν οὐχ ὁμαλοῖς· τὰ δʼ ὑδρευόμενα ἀεὶ τὴν τροφὴν διαρκῆ καὶ σύμμετρον ἀντέχει καὶ παραμένει ἀγήρω καὶ χλοερά. ἀλλʼ ἐν Βαβυλῶνι φυτευόμενος ἐξίστατο καὶ ἀπηγόρευεν, εὖ γε ποιῶν ὁ γενναῖος οὗτος, ὅτι Βοιωτίου θεοῦ πελάτης καὶ παράσιτος ὢν οὐκ ἐβούλετο μετοικεῖν ἐν βαρβάροις, οὐδʼ Ἀλέξανδρον ἐζήλωσεν ἐξοικειούμενον ἐκείνοις τοῖς ἔθνεσιν, ἀλλʼ ἔφευγε καὶ διεμάχετο πρὸς τὴν ἀποξένωσιν. αἰτία δʼ οὐχ ἡ θερμότης ἦν, ἀλλὰ μᾶλλον ἡ ψυχρότης, οὐχ ὑποφέρουσα τὴν ἐναντίαν κρᾶσιν· οὐ γὰρ φθείρει τὸ οἰκεῖον, ἀλλὰ προσίεται καὶ φέφει, καθάπερ τὸ θύμον ἡ ξηρὰ γῆ, καίτοι θερμὸν ὄν, τὴν δὲ Βαβυλωνίαν οὕτω φασὶν ἀέρα πνιγώδη καὶ βαρὺν περιέχειν, ὥστε πολλοὺς τῶν εὐπόρων, ὅταν ἐμπλήσωσιν ἀσκοὺς ὕδατος, ἐπὶ τούτων καθεύδειν ἀναψυχομένους.