λέγεται δὲ καὶ πρὸς εὐτοκίαν συνεργεῖν, ὅταν ᾖ διχόμηνος, ἀνέσει τῶν ὑγρῶν μαλακωτέρας παρέχουσα τὰς ὠδῖνας. ὅθεν οἶμαι καὶ τὴν Ἄρτεμινλοχείαν καὶ Εἰλείθυιαν, οὐκ οὖσαν ἑτέραν ἢ τὴν σελήνην, ὠνομάσθαι. Τιμόθεος δʼ ἄντικρὺς διὰ κυάνεον πόλον ἄστρων, διὰ τʼ ὠκυτόκοιο σελάνας. γίγνεται δὲ καὶ περὶ τὰ ἄψυχα τῶν σωμάτων ἐπίδηλος ἡ τῆς σελήνης δύναμις· τῶν τε γὰρ ξύλων τὰ τεμνόμενα ταῖς πανσελήνοις ἀποβάλλουσιν οἱ τέκτονες ὡς ἁπαλὰ καὶ μυδῶντα ταχέως διʼ ὑγρότητα· τοὺς δὲ πυροὺς οἱ γεωργοῦντες σπεύδουσι φθίνοντος τοῦ μηνὸς ἐκ τῆς ἅλω συναίρειν, ἵνα παγέντες τῇ ξηρότητι μᾶλλον πρὸς τὸν χρόνον ἀντέχωσιν· οἱ δʼ ἀκμῇ τῆς σελήνης διακομιζόμενοι κόπτονται μάλιστα· διὰ τὴν ὑγρότητα μαλακώτεροι γιγνόμενοι. λέγουσι δὲ καὶ τἄλευρον ἐν ταῖς πανσελήνοις ζυμοῦσθαι βέλτιον· ἡ γὰρ ζύμωσις ὀλίγον ἀποδεῖ σῆψις εἶναι· κἂν ἀποβάλῃ τὸ μέτρον, ἐπὶ τὴν αὐτὴν φθορὰν ἀραιοῦσα καὶ λεπτύνουσα τὸ φύραμα προήγαγεν. αἱ δὲ σηπόμεναι σάρκες οὐδὲν ἄλλο πάσχουσιν, ἢ, τοῦ συνεκτικοῦ πνεύματος μεταβάλλοντος εἰς ὑγρόν, ἐξαραιοῦνται καὶ ῥέουσι. τοῦτο δὲ καὶ τὸν ἀέρα πάσχοντα θεωροῦμεν δροσοβολεῖ γὰρ ταῖς πανσελήνοις μάλιστα διατηκόμενος, ὥς που καὶ Ἀλκμὰν ὁ μελοποιὸς αἰνιττόμενος τὴν δρόσον ἀέρος θυγατέρα καὶ σελήνης οἷα φησί Διὸς θυγάτηρ ἔρσα τρέφει καὶ δίας σελάνας. οὕτω πανταχόθεν μαρτυρεῖται τὸ τῆς σελήνης φῶς ἄγαν ὑγραντικὴν ἔχον καὶ μαλακτικὴν δύναμιν. ὁ δὲ χαλκοῦς ἧλος, εἴ γε διελαυνόμενος, ὥς φασιν, ἀσηπτότερα διατηρεῖ τὰ κρέα, φαίνεται μὲν ἔχων τι στυπτικὸν ἐν αὑτῷ· τῷ γὰρ ἰῷ πρὸς τὰ τοιαῦτα χρῶνται τῶν φαρμάκων ἰατροί, καὶ τούς γε διατρίβοντας ἐν τοῖς χαλκωρυχείοις ἱστοροῦσιν ὠφελεῖσθαι τὰ ὄμματα καὶ βλεφαρίδας ἐκφύειν τοὺς ἀποβεβληκότας· ἡ γὰρ ἀπιοῦσα τῆς χαλκίτιδος ἄχνη καὶ προσπίπτουσα τοῖς βλεφάροις ἀδήλως ἀναστέλλει τὰ ῥεύματα καὶ περιστύφει τὸ δάκρυον.διὸ καί φασιν εὐήνορα καὶ νώροπα χαλκὸν ὑπὸ τοῦ ποιητοῦ προσαγορεύεσθαι. Ἀριστοτέλης· δὲ καὶ τὰ τραύματὰ φησι τἀπὸ τῶν χαλκῶν ἐπιδορατίδων καὶ μαχαιρῶν ἧττον εἶναι δυσαλγῆ καὶ ῥᾴονʼ ἰᾶσθαι τῶν ἀπὸ τοῦ σιδήρου διὰ τὸ φαρμακῶδες ἔχειν τι τὸν χαλκὸν ἐν ἑαυτῷ καὶ τοῦτο ταῖς πληγαῖς εὐθὺς ἐναπολείπειν. ὅτι δὲ καὶ τῷ σήποντι τὸ στῦφον καὶ τὸ θεραπεῦον τῷ φθείροντι τὴν ἐναντίαν ἔχει δύναμιν, οὐκ ἄδηλον· εἰ μή τις ἄρα τῇ διελάσει φαίη τὸν ἧλον ἐφʼ ἑαυτὸν τὰ ὑγρὰ συνάγειν, ἐπιφορᾶς ἀεὶ γιγνομένης πρὸς τὸ πάσχον. διὸ καὶ περὶ αὐτὸν ἐκεῖνον τὸν τόπον οἷόν τινα μώλωπα καὶ σπῖλον ὁρᾶσθαί φασι· καὶ λόγον ἔχει τὴν ἄλλην σάρκα διαμένειν ἀπαθῆ, τῆς φθορᾶς ἐκεῖ συντρεχούσης.