Σώκλαρος ἑστιῶν ἡμᾶς ἐν κήποις ὑπὸ τοῦ Κηφισοῦ ποταμοῦ περιρρεομένοις ἐπεδείκνυτο δένδρα παντοδαπῶς πεποικιλμένα τοῖς λεγομένοις ἐνοφθαλμισμοῖς· καὶ γὰρ ἐκ σχίνων ἐλαίας ἀναβλαστανούσας ἑωρῶμεν καὶ ῥοιὰς ἐκ μυρρίνης· ἦσαν δὲ καὶ δρύες ἀπίους ἀγαθὰς ἐκφέρουσαι καὶ πλάτανοι μηλεῶν δεδεγμέναι καὶ συκαῖ μορεῶν ἐμβολάδας, ἄλλαι τε μίξεις φυτῶν κεκρατημένων ἄχρι καρπογονίας. οἱ μὲν οὖν ἄλλοι πρὸς τὸν Σώκλαρον ἔπαιζον, ὡς τῶν ποιητικῶν σφιγγῶν καὶ χιμαιρῶν τερατωδέστερα γένη καὶ θρέμματα βόσκοντα· Κράτων δὲ προὔβαλεν ἡμῖν διαπορῆσαι περὶ τῆς αἰτίας, διʼ ἣν μόνα τῶν φυτῶν τὰ, ἐλαιώδη δέχεσθαι τὰς τοιαύτας ἐπιμιξίας οὐ πέφυκεν· οὔτε γὰρ κῶνον οὔτε κυπάριττον ἢ πίτυν ἢ πεύκην ἐκτρέφουσάν τι τῶν ἑτερογενῶν ὁρᾶσθαι.ὑπολαβὼν δὲ Φίλων ἔφη λόγος τις ἔστιν, ὧ Κράτων, παρὰ τοῖς σοφοῖς, βεβαιούμενος ὑπὸ τῶν γεωργικῶν. τὸ γὰρ ἔλαιον εἶναί φασι τοῖς φυτοῖς πολέμιον καὶ τάχιστʼ ἂν ἀπολέσθαι φυτὸν ὃ βούλοιο χριόμενον ἐλαίῳ, καθάπερ τὰς μελίττας. τὰ δʼ εἰρημένα δένδρα πίονα καὶ πέπειραν ἔχει τὴν φύσιν, ὥστε πίσσαν ἀποδακρύειν καὶ ῥητίνην· ὅταν δὲ πληγῇ, ταῖς διακοπαῖς ὥσπερ ἑλκωθέντʼ ἰχῶρα συνάγει; ἥ τε δᾲς αὐτῶν ἐλαιηρὰν ἀφίησιν ἰκμάδα καὶ περιστίλβει τὸ λιπαρὸν αὐτῇ· διὸ καὶ πρὸς τἄλλα γένη δυσμίκτως ἔχει, καθάπερ αὐτὸ τοὔλαιον παυσαμένου δὲ τοῦ Φίλωνος, ὁ μὲν Κράτων ᾤετο καὶ τὴν τοῦ φλοιοῦ φύσιν πρὸς τοῦτο συνεργεῖν λεπτὸν γὰρ ὄντα καὶ ξηρὸν οὐ παρέχειν ἕδραν οὐδʼ ἐμβίωσιν τοῖς ἐνθεμένοις, ὥσθʼ ὥσπερ τὰ φλοιώδη καὶ νοτερὰ καὶ τὰ μαλακὰ τοῖς ὑπὸ τὸν φλοιὸν μέρεσι προσδεχομένοις περιπτύσσεσθαι κολλώμενον.αὐτὸς δὲ Σώκλαρος ἔφη καὶ τὸν ταῦτα λέγοντα μὴ κακῶς προσεννοεῖν, ὅτι δεῖ τὸ δεχόμενον ἑτέραν φύσιν εὔτρεπτον εἶναι, ἵνα κρατηθὲν ἐξομοιωθῇ καὶ μεταβάλῃ τὴν ἐν ἑαυτῷ τροφὴν πρὸς τὸ ἐμφυτευόμενον. καὶ γὰρ τὴν γῆν προδιαλύομεν καὶ μαλάσσομεν, ἵνα κοπεῖσα μεταβάλῃ διʼ εὐπάθειαν καὶ ἅψηται τῶν ἐμφυτευομένων ἡ γὰρ ἀτενὴς καὶ σκληρὰ δυσμετάβλητος. ταῦτα δὲ τὰ δένδρα κοῦφα τοῖς ξύλοις ὄντα κρᾶσιν οὐ ποιεῖ διὰ τὸ μὴ κρατεῖσθαι μηδὲ μεταβάλλειν. ἔτι δʼ εἶπεν οὐκ ἄδηλον ὅτι δεῖ πρὸς τὸ ἐμφυτευόμενον χώρας λόγον ἔχειν τὸ δεξόμενον τὴν δὲ χώραν ἀεῖ θήλειαν ἔχειν καὶ γόνιμον· ὅθεν τὰ πολυκαρπότατα τῶν φυτῶν ἐκλεγόμενοι παραπηγνύουσιν, ὥσπερ γυναιξὶ πολυγαλακτούσαις ἕτερα βρέφη προσβάλλοντες. πεύκην δὲ καὶ κυπάριττον καὶ τὰ τοιαῦτα πάντα γλίσχρα καὶ ἀγεννῆ τοῖς καρποῖς ὁρῶμεν. ὥσπερ γὰρ οἱ πολυσαρκίᾳ κεχρημένοι καὶ ὄγκῳ ὡς ἐπὶ τὸ πλεῖστον ἄτεκνοι· τὴν γὰρ τροφὴν εἰς τὸ σῶμα καταναλίσκοντες οὐ ποιοῦσιν αὐτῆς περίττωμα σπερματικόν οὕτω τὰ τοιαῦτα δένδρα τῆς τροφῆς ἀπολαύοντα, πάσης εἰς αὐτὰ δαπανωμένης, εὐσωματεῖ τοῖς μεγέθεσι καὶ αὐξάνεται, καρπὸν δὲ τὰ μὲν οὐ φέρει τὰ δὲ φέρει μικρὸν καὶ συντελούμενον βραδέως· ὥστʼ οὐ δεῖ θαυμάζειν, εἰ μὴ φύεται τἀλλότριον, ἐν ᾧ κακῶς τρέφεται καὶ τὸ οἰκεῖον.Χαιρημονιανὸς ὁ Τραλλιανός, ἰχθυδίων ποτὲ παντοδαπῶν παρατεθέντων, ἓν ἐπιδείξας ἡμῖν ὀξὺ τῷ κεφαλίῳ καὶ πρόμηκες ἔλεγε τούτῳ προσεοικέναι τὴν ἐχενηίδα· θεάσασθαι γὰρ πλέων ἐν τῷ Σικελικῷ καὶ θαυμάσαι τὴν δύναμιν, οὐκ ὀλίγην βραδυτῆτα καὶ διατριβὴν παρὰ τὸν πλοῦν ἀπεργασαμένης· τῆς ἐχενηίδος, ἕως ὑπὸ τοῦ πρῳρέως ἑάλω προσεχομένη τῷ τοίχῳ τῆς νεὼς ἔξωθεν. ἦσαν μὲν οὖν οἱ καταγελῶντες τοῦ Χαιρημονιανοῦ ὡς πλάσμα μυθῶδες παραδεδεγμένου καὶ ἄπιστον, ἦσαν δὲ καὶ οἱ τὰς ἀντιπαθείας θρυλοῦντες, καὶ ἄλλα πολλὰ παρόντων ἦν ἀκούειν, ὅτι μαινόμενον ἐλέφαντα καταπαύει κριὸς ὀφθείς, ἔχιδναν δὲ φηγοῦ κλωνίον ἐὰν προσαγάγῃς καὶ θίγῃς, ἵστησιν· ἄγριος δὲ ταῦρος ἀτρεμεῖ καὶ πραΰνεται συκῇ προσδεθείς· τὸ δʼ ἤλεκτρον πάντα κινεῖ καὶ προσάγεται τὰ κοῦφα, πλὴν ὠκίμου καὶ τῶν ἐλαίῳ βρεχομένων· ἡ δὲ σιδηρῖτις λίθος οὐκ ἄγει τὸν σίδηρον, ἂν σκορόδῳ χρισθῇ. τούτων γὰρ ἐμφανῆ τὴν πεῖραν ἐχόντων, χαλεπὸν εἶναι τὴν αἰτίαν, εἰ μὴ καὶ παντελῶς ἀδύνατον, καταμαθεῖν.ἐγὼ δὲ τοῦτο μὲν ἔφην ἀπόδρασιν εἶναι τῆς ἐρωτήσεως μᾶλλον ἢ τῆς αἰτίας ἀπόδοσιν. σκοπῶμεν δʼ εἶπον ὅτι πολλὰ συμπτώματʼ ἐνόντα πάθεσιν αἰτιῶν λαμβάνει δόξαν οὐκ ὀρθῶς ὅμοιον ὡς εἴ τις οἴοιτο τῇ ἀνθήσει τοῦ ἄγνου πεπαίνεσθαι τὸν τῆς ἀμπέλου καρπόν, ὅτι δή, τοῦτο τὸ λεγόμενον, ἡ τʼ ἄγνος ἀνθεῖ χὠ βότρυς πεπαίνεται ἢ τοῖς ἐπὶ τῶν λύχνων φαινομένοις μύκησι συγχεῖσθαι καὶ συννεφεῖν τὸ περιέχον· ἢ τὴν γρυπότητα τῶν ὀνύχων αἴτιον ἀλλὰ μὴ συμβεβηκὸς εἶναι τοῦ περὶ σπλάγχνον ἕλκους. ὥσπερ οὖν τούτων ποσσις ἕκαστον ἐπακολούθημα τοῦ πάθους ἐστὶν ἐκ τῶν αὐτῶν γεννώμενον αἰτιῶν, οὕτως ἔφην ἐγὼ μίαν αἰτίαν εἶναι διʼ ἣν βραδέως τε πλεῖ καὶ προσάγεται τὴν ἐχενηίδα τὸ πλοῖον· ξηρᾶς μὲν γὰρ οὔσης καὶ μὴ σφόδρα βαρείας ὑγρότητι τῆς νεώς, εἰκὸς ὑπολισθάνουσαν ὑπὸ κουφότητος τῇ θαλάττῃ τὴν τρόπιν διαλαβεῖν τὸ κῦμα ξύλῳ καθαρῷ διαιρούμενον καὶ ἀφιστάμενον εὐπετῶς· ὅταν δὲ νοτερὰ σφόδρα καὶ διάβροχος οὖσα φυκία τε πολλὰ καὶ βρυώδεις ἐπιπάγους προσάγηται, τοῦ τε ξύλου τὸν τόμον ἀμβλύτερον ἴσχει τό τε κῦμα τῇ γλισχρότητι προσπῖπτον οὐ ῥᾳδίως ἀπολύεται. διὸ καὶ παραψήχουσι τοὺς τοίχους, τὰ, βρύα καὶ τὰ φυκία τῶν ξύλων ἀποκαθαίροντες, οἷς εἰκός ἐστι τὴν ἐχενηίδα προσισχομένην ὑπὸ τῆς γλισχρότητος αἴτιον τῆς βραδυτῆτος ἀλλʼ οὐκ ἐπακολούθημα τοῦ τὴν βραδυτῆτα ποιοῦντος αἰτίου νομισθῆναι.