Σωσικλέα τὸν Κορωνῆθεν, Πυθίοις νενικηκότα ποιητάς, εἱστιῶμεν τὰ ἐπινίκια. τοῦ δὲ γυμνικοῦ ἀγῶνος ἐγγὺς ὄντος, ὁ πλεῖστος ἦν λόγος περὶ τῶν παλαιστῶν πολλοὶ γὰρ ἐτύγχανον ἀφιγμένοι καὶ ἔνδοξοι. παρὼν οὖν ὁ Λυσίμαχος, εἷς τῶν Ἀμφικτυόνων ἐπιμελητής, ἔναγχος ἔφη γραμματικοῦ τινος ἀκοῦσαι τὴν πάλην ἀρχαιοτάτην ἀθλημάτων πάντων ἀποφαίνοντος, ὡς καὶ τοὔνομα μαρτυρεῖν ἐπιεικῶς γὰρ ἀπολαύειν τὰ νεώτερα πράγματα κειμένων ἐν τοῖς παλαιοτέροις ὀνομάτων· ὥς που καὶ τὸν αὐλὸν ἡρμόσθαι λέγουσι καὶ κρούματα τὰ αὐλήματα καλοῦσιν, ἀπὸ τῆς λύρας λαμβάνοντες τὰς προσηγορίας. τὸν, οὖν τόπον, ἐν ᾧ γυμνάζονται πάντες οἱ ἀθληταί, παλαίστραν καλοῦσι, τῆς πάλης τοὔνομα κτησαμένης τὸ πρῶτον· εἶτα καὶ τοῖς αὖθις ἐφευρεθεῖσιν ἐμπαρασχεῖν. τοῦτʼ ἔφην ἐγὼ τὸ μαρτύριον οὐκ ἰσχυρὸν εἶναι· κεκλῆσθαι γὰρ ἀπὸ τῆς πάλης τὴν παλαίστραν, οὐχ ὅτι πρεσβύτατόν ἐστι τῶν ἄλλων, ἀλλʼ ὅτι μόνον τῶν τῆς ἀγωνίας εἰδῶν πηλοῦ καὶ κονίστρας καὶ κηρώματος τυγχάνει δεόμενον· οὔτε γὰρ δρόμον οὔτε πυγμὴν ἐν παλαίστραις διαπονοῦσιν, ἀλλὰ πάλης καὶ παγκρατίου τὸ περὶ τὰς κυλίσεις ὅτι γὰρ μέμικται τὸ παγκράτιον ἔκ τε πυγμῆς καὶ πάλης, δῆλόν ἐστιν. ἄλλως δὲ πῶς ἔφην λόγον ἔχει τεχνικώτατον καὶ πανουργότατον τῶν ἀθλημάτων τὴν πάλην οὖσαν ἅμα καὶ πρεσβύτατον εἶναι; τὸ γὰρ ἁπλοῦν καὶ ἄτεχνον καὶ βίᾳ μᾶλλον ἢ μεθόδῳ περαινόμενον αἱ χρεῖαι πρῶτον ἐκφέρουσιν ἐμοῦ δὲ ταῦτʼ εἰπόντος, ὁ Σωσικλῆς ὀρθῶς ἔφη λέγεις, καὶ συμβάλλομαί σοι πίστιν ἀπὸ τοῦ ὀνόματος· ἡ γὰρ πάλη μοι δοκεῖ τῷ παλεύειν, ὅπερ ἐστὶ δολοῦν καὶ καταβάλλειν διʼ ἀπάτης κεκλῆσθαι καὶ ὁ Φιλῖνοςἐμοὶ δʼ εἶπεν ἀπὸ τῆς παλαιστῆς· τούτῳ γὰρ μάλιστα τῷ μέρει τοῖν χεροῖν ἐνεργοῦσιν οἱ παλαίοντες, ὥσπερ οἱ πυκτεύοντες αὖ πάλιν τῇ πυγμῇ· διὸ κἀκεῖνο πυγμὴ καὶ τοῦτο πάλη προσηγόρευται τοὔργον.οὐ μὴν ἀλλὰ καὶ τὸ συμπάσαι τῶν ποιητῶν καὶ καταπάσαι παλῦναιλεγόντων, ᾧ μάλιστα χρωμένους τοὺς παλαιστὰς ὁρῶμεν, ἔστι καὶ ταύτῃ προσάγειν τὴν ἐτυμότητα τοῦ ὀνόματος. σκόπει δ’ ἔτι εἶπε μὴ τοῖς μὲν δρομεῦσιν ἔργον ἐστὶν ὅτι πλεῖστον ἀπολιπεῖν καὶ πορρωτάτω διαστῆναι, τοὺς δὲ πύκτας οὐδὲ πάνυ βουλομένους ἐῶσιν οἱ βραβευταὶ συμπλέκεσθαι· μόνους δὲ τοὺς παλαιστὰς ὁρῶμεν ἀλλήλους ἀγκαλιζομένους καὶ περιλαμβάνοντας· καὶ τὰ πλεῖστα τῶν ἀγωνισμάτων, ἐμβολαί, παρεμβολαί, συστάσεις, παραθέσεις, συνάγουσιν αὐτοὺς καὶ ἀναμιγνύουσιν ἀλλήλοις. διὸ τῷ πλησιάζειν μάλιστα καὶ γίγνεσθαι πέλας οὐκ ἄδηλόν ἐστι τὴν πάλην ὠνομάσθαι.ῥηθέντων δὲ τούτων καὶ τὸν Φιλῖνον ἡμῶν ἐπαινεσάντων, αὖθις ὁ Λυσίμαχος ἔφη ποῖον οὖν φαίη τις ἂν τῶν ἀγωνισμάτων γεγονέναι πρῶτον ἢ τὸ στάδιον, ὥσπερ Ὀλυμπίασιν ἐνταῦθα δὲ παρʼ ἡμῖν καθʼ ἕκαστον ἄθλημα τοὺς ἀγωνιζομένους εἰσάγουσιν ἐπὶ παισὶ παλαισταῖς ἄνδρας παλαιστὰς καὶ πύκτας ἐπὶ πύκταις ὁμοίως καὶ παγκρατιαστάς· ἐκεῖ δʼ, ὅταν οἱ παῖδες διαγωνίσωνται, τότε τοὺς ἄνδρας καλοῦσι. σκόπει δὲ μὴ μᾶλλονἔφη τὴν κατὰ χρόνον τάξιν Ὅμηρος ἀποδείκνυσι· πρῶτον γὰρ ἀεὶ πυγμὴ παρʼ αὐτῷ, δεύτερον πάλη, καὶ τελευταῖον ὁ δρόμος τῶν γυμνικῶν ἀεὶ τέτακται θαυμάσας οὖν Μενεκράτης ὁ Θεσσαλὸς ὦ Ἡράκλεις εἶπεν ὅσα λανθάνει ἡμᾶς· εἰ δέ τινα τῶν ἐπῶν ἐστί σοι πρόχειρα, μὴ φθονήσῃς ἀναμνῆσαι. καὶ ὁ Τίμων ἀλλʼ ὅτι μέν εἶπεν αἱ Πατρόκλου ταφαὶ ταύτην ἔχουσι τῶν ἀγωνισμάτων τὴν τάξιν, ἅπασιν ὡς ἔπος εἰπεῖν ἔναυλόν ἐστι. διατηρῶν δὲ τὴν τάξιν ὁμαλῶς ὁ ποιητὴς τὸν μὲν Ἀχιλλέα λέγοντα τῷ Νέστορι πεποίηκε δίδωμι δέ σοι τόδʼ ἄεθλοναὔτως· ιδεμ οὐ γὰρ πύξ γε μαχήσεαι οὐδὲ παλαίσεις, οὐδὲ τʼ ἀκοντιστὺν ἐνδύσεαι οὐδὲ πόδεσσι θεύσεαι· τὸν δὲ πρεσβύτην ἐν τῷ ἀποκρίνεσθαι παραδολεσχοῦντα γεροντικῶς, ὅτι πὺξ μὲν ἐνίκησα Κλυτομήδεα, Οἴνοπος υἱόν, Ἀγκαῖον δὲ πάλῃ Πλευρώνιον, Ἴφικλον δὲ πόδεσσι παρέδραμον· αὖθις δὲ τὸν μὲν Ὀδυσσέα τοὺς Φαίακας προκαλούμενον ἢ πύξ ἠὲ πάλῃ ἢ καὶ ποσίν, τὸν δʼ Ἀλκίνουν ὑποτιμώμενον οὐ γὰρ πυγμάχοι εἰμὲν ἀμύμονες οὐδὲ παλαισταί, ἀλλὰ ποσὶ κραιπνοῖς θέομεν· ὡς οὐ κατὰ τύχην ἐκ τοῦ παρισταμένου τῇ τάξει χρώμενος ἄλλοτʼ ἄλλως, ἀλλὰ τοῖς εἰθισμένοις τότε καὶ δρωμένοις κατὰ νόμον ἐπακολουθῶν ἐδρᾶτο δʼ οὕτως, τὴν παλαιὰν ἔτι τάξιν αὐτῶν διαφυλαττόντων.παυσαμένου δὲ τἀδελφοῦ, τἄλλα μὲν ἔφην ἀληθῶς λέγεσθαι, τὴν δʼ αἰτίαν τῆς τάξεως οὐκ ἐπενόουν. ἐδόκει δὲ καὶ τῶν ἄλλων τισὶ μὴ πιθανὸν εἶναι γεγονέναι τὸ πυκτεύειν καὶ παλαίειν πρότερον ἐν ἀγῶνι καὶ ἁμίλλῃ τοῦ τροχάζειν, καὶ παρεκάλουν ἐξάγειν εἰς τὸ ἀνώτερον. ἔφην δʼ ἐκ τοῦ παραστάντος, ὅτι ταῦτά μοι πάντα μιμήματα δοκεῖ καὶ γυμνάσματα τῶν πολεμικῶν εἶναι· καὶ γὰρ ὁπλίτης ἐπὶ πᾶσιν εἰσάγεται, μαρτυρούμενος ὅτι τοῦτο τὸ τέλος ἐστὶ τῆς σωμασκίας καὶ τῆς ἁμίλλης καὶ τὸ τοῖς νικηφόροις εἰσελαύνουσι τῶν τειχῶν ἐφίεσθαι μέρος διελεῖν καὶ καταβαλεῖν, τοιαύτην ἔχει διάνοιαν, ὡς οὐ μέγα πόλει τειχῶν ὄφελος ἄνδρας ἐχούσῃ μάχεσθαι δυναμένους καὶ νικᾶν. ἐν δὲ Λακεδαίμονι τοῖς νενικηκόσι στεφανίτας ἀγῶνας ἐξαίρετος ἦν ἐν ταῖς παρατάξεσι χώρα, περὶ αὐτὸν τὸν βασιλέα τεταγμένους μάχεσθαι· καὶ τῶν ζῴων μόνῳ τῷ ἵππῳ μετουσία στεφάνου καὶ ἀγῶνος ἔστιν, ὅτι μόνος καὶ πέφυκε καὶ ἤσκηται μαχομένοις παρεῖναι καὶ συμπολεμεῖν. εἰ δὲ δὴ ταῦτα λέγεται μὴ κακῶς, ἤδη σκοπῶμεν ἔφην ὅτι τῶν μαχομένων πρῶτον ἔργον ἐστὶ τὸ πατάξαι καὶ φυλάξασθαι, δεύτερον δὲ συμπεσόντας ἤδη καὶ γενομένους ἐν χερσὶν ὠθισμοῖς τε χρῆσθαι καὶ περιτροπαῖς ἀλλήλων, ᾧ δὴ μάλιστά φασιν ἐν Λεύκτροις τοὺς Σπαρτιάτας ὑπὸ τῶν ἡμετέρων, παλαιστρικῶν ὄντων, καταβιασθῆναι· διὸ καὶ παρʼ Αἰσχύλῳ τις τῶν πολεμικῶν ὀνομάζεται βριθύς, ὁπλιτοπάλας καὶ Σοφοκλῆς εἴρηκέ που περὶ τῶν Τρώων ὡς φίλιπποι καὶ κερουλκοί, σὺν σάκει δὲ κωδωνοκρότῳ παλαισταί· καὶ μὴν ἐπὶ πᾶσί γε τὸ τρίτον ἐστὶ νικωμένους φεύγειν ἢ διώκειν νικῶντας. εἰκότως οὖν ἡ πυγμὴ προῆγε, δευτέραν δʼ εἶχεν ἡ πάλη τάξιν, καὶ τελευταίαν ὁ δρόμος· ὅτι πυγμὴ μέν ἐστι μίμημα πληγῆς καὶ φυλακῆς, πάλη δὲ συμπλοκῆς καὶ ὠθισμοῦ, δρόμῳ δὲ μελετῶσι φεύγειν καὶ διώκειν.