ποιεῖ δʼ εὔχαρι σκῶμμα καὶ μέμψις ἐμφαίνουσα χάριν, ὡς Διογένης περὶ Ἀντισθένους ἔλεγεν ὅς με ῥάκη τʼ ἤμπισχε κἀξηνάγκασεν πτωχὸν γενέσθαι κἀκ δόμων ἀνάστατον. οὐ γὰρ ἂν ὁμοίως πιθανὸς ἦν λέγων ὅς με σοφὸν καὶ αὐτάρκη καὶ μακάριον ἐποίησε καὶ ὁ Λάκων ἄκαπνα ξύλα τῷ γυμνασιάρχῳ παρασχόντι προσποιούμενος ἐγκαλεῖν, ἔλεγε διʼ ὃν οὐδʼ ἀποδακρῦσαι γέγονεν ἡμῖν. καὶ ὁ τὸν δειπνίζοντα καθʼ ἡμέραν ἀνδραποδιστὴν καλῶν καὶ τύραννον, διʼ ὃν ἐτῶν τοσούτων οὐχ ἑώρακε τὴν ἑαυτοῦ τράπεζαν. καὶ ὁ λέγων ὑπὸ τοῦ βασιλέως ἐπιβεβουλευμένος ἀφῃρῆσθαι τὴν σχολὴν καὶ τὸν ὕπνον, πλούσιος γεγονὼς ἐκ πένητος. καὶ εἴ τις ἀντιστρέψας αἰτιῷτο τοὺς Αἰσχύλου Καβείρους ὄξους σπανίζειν δῶμα ποιήσαντας, ὥσπερ αὐτοὶ παίζοντες ἠπείλησαν. ἅπτεται γὰρ ταῦτα μᾶλλον ἔχοντα δριμυτέραν χάριν, ὥστε μὴ προσίστασθαι μηδὲ λυπεῖν τοὺς ἐπαινουμένους.δεῖ δὲ τὸν ἐμμελῶς σκώμματι χρησόμενον εἰδέναι καὶ νοσήματος διαφορὰν πρὸς ἐπιτήδευμα, λέγω δὲ φιλαργυρίας καὶ φιλονεικίας πρὸς φιλομουσίαν καὶ φιλοθηρίαν· ἐπʼ ἐκείνοις μὲν γὰρ ἄχθονται σκωπτόμενοι, πρὸς ταῦτα δʼ ἡδέως ἔχουσιν. οὐκ ἀηδῶς γοῦν Δημοσθένης ὁ Μιτυληναῖος, φιλῳδοῦ τινος καὶ φιλοκιθαριστοῦ θύραν κόψας, ὑπακούσαντος αὐτοῦ καὶ κελεύσαντος εἰσελθεῖν ἂν πρῶτον ἔφη τὴν κιθάραν δήσῃς. ἀηδῶς δʼ ὁ τοῦ Λυσιμάχου παράσιτος, ἐμβαλόντος αὐτοῦ σκορπίον ξύλινον εἰς τὸ ἱμάτιον, ἐκταραχθεὶς καὶ ἀναπηδήσας, ὡς ᾔσθετο τὴν παιδιάν, κἀγώ σε φησὶν ἐκφοβῆσαι βούλομαι, ὦ βασιλεῦ· δός μοι τάλαντον.εἰσὶ δὲ καὶ περὶ τὰ σωματικὰ τοιαῦται διαφοραὶ τῶν πολλῶν· οἷον εἰς γρυπότητα καὶ σιμότητα σκωπτόμενοι γελῶσιν, ὡς ὁ Κασάνδρου φίλος; οὐκ ἠχθέσθη τοῦ Θεοφράστου πρὸς αὐτὸν εἰπόντος θαυμάζω σου τοὺς ὀφθαλμοὺς, ὅτι οὐκ ᾅδουσι, τοῦ μυκτῆρος; αὐτοῖς ἐνδεδωκότος καὶ ὁ Κῦρος ἐκέλευσε τὸν γρυπὸν σιμὸν ἀγαγέσθαι γύναιον, οὕτω γὰρ ἐφαρμόσειν. εἰς δὲ δυσωδίαν μυκτῆρος ἢ στόματος ἄχθονται σκωπτόμενοι· καὶ πάλιν εἰς φαλακρότητα πράως φέρουσιν, εἰς δὲ πήρωσιν ὀφθαλμῶν ἀηδῶς. καὶ γὰρ Ἀντίγονος αὐτὸς μὲν ἑαυτὸν εἰς τὸν ὀφθαλμὸν ἔσκωπτε· καί ποτε λαβὼν ἀξίωμα μεγάλοις γράμμασι γεγραμμένον ταυτὶ μέν ἔφη καὶ τυφλῷ δῆλα Θεόκριτον δὲ τὸν Χῖον ἀπέκτεινεν, ὅτι φήσαντός τινος τοῖς ὀφθαλμοῖς ἂν βασιλέως παραγένῃ, σωθήσῃ·ἀλλά μοι εἶπεν ἀδύνατον λέγεις τοῦτʼ αὐτὸ τὴν σωτηρίαν. Λέων ὁ Βυζάντιος, εἰπόντος Πασιάδου πρὸς αὐτὸν, ὀφθαλμισθῆναι διʼ αὐτοῦ τοὺς ὀφθαλμούς ἀσθένειαν ἔφη σώματος ὀνειδίζεις, νέμεσιν οὐχ ὁρῶν ἐπὶ τῶν ὤμων βαστάζοντά σου τὸν υἱόν· εἶχε δὲ κυρτὸν ὁ Πασιάδης υἱόν. ἠγανάκτησε δὲ καὶ Ἄρχιππος, ὁ δημαγωγὸς τῶν Ἀθηναίων, ὑπὸ Μελανθίου σκωφθεὶς εἰς τὸ κυρτόν· ἔφη γὰρ αὐτὸν ὁ Μελάνθιος οὐ προεστάναι τῆς πόλεως ἀλλὰ προκεκυφέναι. τινὲς δὲ ταῦτα πράως καὶ μετρίως φέρουσιν, ὥσπερ ὁ φίλος τοῦ Ἀντιγόνου τάλαντον αἰτήσας καὶ μὴ λαβὼν ᾔτησε προπομποὺς καὶ φύλακας ὅπως ἔφη μὴ ἐπιβουλευθῶ προστάξας κατʼ ὤμου τὸ τάλαντον φέρειν. οὕτω μὲν περὶ τὰ ἐκτὸς ἔχουσι διὰ τὴν ἀνωμαλίαν ἄλλοι γὰρ ἐπʼ ἄλλοις ἄχθονται. Ἐπαμεινώνδας μετὰ τῶν συναρχόντων ἑστιώμενος ἐπέπινεν ὄξος, καὶ πυνθανομένων εἰ πρὸς ὑγίειαν ἀγαθόν, οὐκ οἶδʼ εἶπεν, ὅτι μέντοι πρὸς τὸ μεμνῆσθαι τῆς οἴκοι διαίτης ἀγαθόν, ἐπίσταμαι. διὸ δεῖ καὶ πρὸς τὰς φύσεις καὶ τὰ ἤθη σκοποῦντα ταῖς παιδιαῖς χρῆσθαι, πειρώμενον ἀλύπως καὶ κεχαρισμένως ἑκάστοις ὁμιλεῖν.ὁ δʼ ἔρως τὰ τʼ ἄλλα ποικιλώτατός ἐστι, καὶ τοῖς σκώμμασιν οἱ μὲν ἄχθονται καὶ ἀγανακτοῦσιν οἱ δὲ χαίρουσι. δεῖ δʼ εἰδέναι τὸν καιρόν· ὡς γὰρ τὸ πῦρ ἐν ἀρχῇ μὲν ἀποσβέννυσι τὸ πνεῦμα διὰ τὴν ἀσθένειαν αὐξηθέντι δὲ τροφὴν παρέχει καὶ ῥώμην, οὕτω φυόμενος ὁ ἔρως ἔτι καὶ λανθάνων δυσκολαίνει καὶ ἀγανακτεῖ πρὸς τοὺς ἀποκαλύπτοντας, ἐκλάμψας δὲ καὶ διαφανεὶς τρέφεται καὶ προσγελᾷ τοῖς σκώμμασι φυσώμενος. ἥδιστα δὲ σκώπτονται, παρόντων τῶν ἐρωμένων, εἰς αὐτὸ τὸ ἐρᾶν εἰς ἄλλο δʼ οὐδέν. ἐὰν δὲ καὶ γυναικῶν ἐρῶντες ἰδίων τύχωσιν ἢ νεανίσκων φιλοκάλων ἔρωτα γενναῖον, παντάπασι γάνυνται καὶ καλλωπίζονται τῷ σκώπτεσθαι πρὸς αὐτούς. διὸ καὶ Ἀρκεσίλαος, ἐν τῇ σχολῇ τοιαύτης μεταδόσεως αὐτῷ γενομένης ὑπό τινος τῶν ἐρωτικῶν δοκεῖ μοι μηδὲν ἅπτεσθαι μηδενός·οὐδὲ σὺ τοίνυν ἔφη τοῦδʼ ἅπτῃ; δείξας τινὰ τῶν καλῶν καὶ ὡραίων παρακαθήμενον.ἤδη δὲ καὶ τὸ τῶν παρόντων σκεπτέον· ἃ γὰρ ἐν φίλοις καὶ συνήθεσιν ἀκούοντες γελῶσι, ταῦτα δυσχεραίνουσιν, ἂν λέγηται πρὸς αὐτοὺς τῆς γαμετῆς παρούσης ἢ τοῦ πατρὸς ἢ τοῦ καθηγητοῦ, πλὴν ἂν μή τι κεχαρισμένον τῶν λεγομένων ἐκείνοις· οἷον ἄν τις σκώπτηται τοῦ φιλοσόφου παρόντος εἰς ἀνυποδησίαν ἢ νυκτογραφίαν, ἢ τοῦ πατρὸς ἀκούοντος εἰς μικρολογίαν, ἢ τῆς γυναικὸς παρούσης εἰς τὸ ἀνέραστον ἑτέρων ἐκείνης δὲ δοῦλον καὶ θεραπευτικόν, ὡς ὁ Τιγράνης ὑπὸ τοῦ Κύρου τί δʼ, ἂν σʼ ἡ γυνὴ σκευοφοροῦντα ἀκούσῃ;ἀλλʼ οὐκ ἀκούσεταιεἶπεν ὄψεται δʼ αὐτὴ παροῦσα.ποιεῖ δʼ ἀλυπότερα τὰ σκώμματα καὶ τὸ κοινωνεῖν ἁμωσγέπως τοὺς λέγοντας· ὅταν εἰς πενίαν λέγῃ πένης ἢ δυσγενὴς εἰς δυσγένειαν ἢ ἐρῶν εἰς ἔρωτα· δοκεῖ δʼ οὐχ ὕβρει παιδιᾷ δέ τινι γίγνεσθαι μᾶλλον ὑπὸ τῶν ὁμοίων εἰ δὲ μή, παροξύνει καὶ λυπεῖ. τὸν γοῦν ἀπελεύθερον τοῦ βασιλέως νεόπλουτον ὄντα φορτικῶς δὲ καὶ σοβαρῶς ἐπιπολάζοντα τοῖς συνδειπνοῦσι φιλοσόφοις, καί τέλος ἐρωτῶντα πῶς ἔκ τε τῶν λευκῶν καὶ τῶν μελάνων κυάμων ὁμοίως χλωρὸν γίγνεται τὸ ἔτνος, ἀντερωτήσας ὁ Ἀριδίκης, πῶς ἐκ τῶν λευκῶν καὶ μελάνων ἱμάντων φοινικοῖ γίγνονται μώλωπες, ἐποίησεν ἀναστῆναι περίλυπον γενόμενον. ὁ δὲ Ταρσεὺς Ἀμφίας ἐκ κηπουροῦ δοκῶν γεγονέναι, σκώψας δὲ τὸν φίλον τοῦ ἡγεμόνος εἰς δυσγένειαν εἶθʼ ὑπολαβὼν εὐθὺς ἀλλὰ καὶ ἡμεῖς ἐκ τῶν αὐτῶν σπερμάτων γεγόναμεν γέλωτʼ ἐποίησε. κομψῶς δὲ καὶ τοῦ Φιλίππου τὴν ὀψιμαθίαν ἅμα καὶ περιεργίαν ὁ ψάλτης ἐπέσχεν οἰομένου γὰρ αὐτὸν ἐξελέγχειν τοῦ Φιλίππου περὶ κρουμάτων καὶ ἁρμονιῶν μὴ γένοιτό σοι εἶπεν ὦ βασιλεῦ, κακῶς οὕτως, ἵνʼ ἐμοῦ σὺ ταῦτʼ εἰδῇς βέλτιον σκώπτειν γὰρ ἑαυτὸν δοκῶν, ἐκεῖνον ἀλύπως ἐνουθέτησε. διὸ καὶ τῶν κωμικῶν ἔνιοι τὴν πικρίαν ἀφαιρεῖν δοκοῦσι τῷ σκώπτειν ἑαυτούς, ὡς Ἀριστοφάνης εἰς τὴν φαλακρότητα καὶ τὴν Ἀγάθωνος ἀπόλειψιν· Κρατῖνος δὲ τὴν πυτίνην εἰς τὴν φιλοινίαν ἐδίδαξεν.