ὅλως δʼ οἱ θέλοντες εὐφραίνειν μᾶλλον ἢ λυπεῖν τοιαύτας ἐρωτήσεις προφέρονται, ὧν ταῖς ἀποκρίσεσιν οὐ ψόγος ἀλλʼ ἔπαινος, οὐδὲ μῖσος ἢ νέμεσις ἀλλʼ εὔνοια καὶ χάρις ἕπεται παρὰ τῶν ἀκουσάντων. ταῦτα μὲν οὖν τὰ περὶ τὰς ἐρωτήσεις.σκώμματος δὲ τῷ μὴ δυναμένῳ μετʼ εὐλαβείας καὶ τέχνης κατὰ καιρὸν ἅπτεσθαι παντάπασιν ἀφεκτέον ὥσπερ γὰρ οἱ ἐν ὀλισθηρῷ τόπῳ, κἂν θίγωσιν ἐκ παραδρομῆς μόνον, ἀνατρέπουσιν, οὕτως ἐν οἴνῳ πρὸς πᾶσαν ἀφορμὴν λόγου μὴ κατὰ σχῆμα γιγνομένην ἐπισφαλῶς ἔχομεν. τοῖς δὲ σκώμμασιν ἔστιν ὅτε μᾶλλον ἢ ταῖς λοιδορίαις ἐκκινούμεθα, τὸ μὲν ὑπʼ ὀργῆς πολλάκις ἀβουλήτως ὁρῶντες γιγνόμενον, τὸ δʼ ὡς οὐκ ἀναγκαῖον ἀλλʼ ἔργον ὕβρεως καὶ κακοηθείας προβαλλόμενοι· καὶ καθόλου διαλέγεσθαι τοῖς νοις μᾶλλον ἢ τοῖς φλυαροῦσι χαλεπαίνομεν δῆλον γὰρ ὅτι δόλος τῷ σχήματι προσέσται τῷ κατὰ τὸ σκῶμμα, λοιδόρημα δὲ εἶναι καὶ πεποιημένον ἐκ παρασκευῆς. ὁ γὰρ εἰπὼν ταριχοπώλην αὐτόθεν ἐλοιδόρησεν, ὁ δὲ φήσας, μεμνήμεθά σε τῷ βραχίονι ἀπομυττόμενον ἔσκωψε. καὶ Κικέρων πρὸς Ὀκταούιον, ἐκ Λιβύης εἶναι δοκοῦντα λέγοντος δʼ αὐτοῦ φάσκοντα μὴ ἀκούειν, καὶ μὴν τετρυπημένον ἔφη ἔχεις τὸ οὖς. καὶ Μελάνθιος ὑπὸ τοῦ κωμῳδιοποιοῦ καταγελώμενος ἔφη οὐκ ὀφειλόμενόν μοι ἀποδίδως ἔρανον μᾶλλον οὖν τὰ σκώμματα δάκνει, καθάπερ τὰ παρηγκιστρωμένα βέλη πλείονα χρόνον ἐμμένοντα, καὶ λυπεῖ τοὺς σκωφθέντας ἡ τέρψις τῇ κομψότητι καὶ ἡδύνει τοὺς παρόντας· ἡδόμενοι γὰρ ἐπὶ τῷ λεγομένῳ, πιστεύειν δοκοῦσι καὶ συνδιασύρειν τῷ λέγοντι. ὀνειδισμὸς γάρ ἐστι τῆς ἁμαρτίας παρεσχηματισμένος τὸ σκῶμμα κατὰ τὸν Θεόφραστον · ὅθεν ἐξ αὑτοῦ τῇ ὑπονοίᾳ προστίθησιν ὁ ἀκούσας τὸ ἐλλεῖπον ὡς εἰδὼς καὶ πιστεύων. ὁ γὰρ γελάσας καὶ ἡσθείς, τοῦ Θεοκρίτου πρὸς τὸν δοκοῦντα λωποδυτεῖν ἐρωτῶντα δʼ αὐτὸν εἰ ἐπὶ δεῖπνον βαδίζει φήσαντος βαδίζειν ἐκεῖ μέντοι καθεύδειν, βεβαιοῦντι τὴν διαβολὴν ὅμοιός ἐστι. διὸ καὶ προσαναπίμπλησι τοὺς παρόντας ὁ σκώπτων παρὰ μέλος κακοηθείας, ὡς ἐφηδομένους καὶ συνυβρίζοντας. ἓν δὲ τῇ καλῇ Λακεδαίμονι τῶν μαθημάτων ἐδόκει, τὸ σκώπτειν ἀλύπως καὶ σκωπτόμενον φέρειν· εἰ δέ τις ἀπείποι σκωπτόμενος, εὐθὺς ὁ σκώπτων ἐπέπαυτο.πῶς οὖν οὐ χαλεπὸν εὑρεῖν σκῶμμα τῷ σκωπτομένῳ κεχαρισμένον, ὅπου καὶ τὸ μὴ λυποῦν τοῦ σκώμματος οὐ τῆς τυχούσης ἐμπειρίας καὶ δεξιότητός ἐστιν;οὐ μὴν ἀλλὰ πρῶτά μοι δοκεῖ τὰ λυποῦντα τοὺς ἐνόχους σκώμματα τοῖς μακρὰν οὖσι τῆς διαβολῆς ἡδονήν τινα καὶ χάριν ποιεῖν· οἷον ὁ Ξενοφῶν τὸν ὑπέραισχρον καὶ ὑπέρδασυν ἐκεῖνον ὡς παιδικὰ τοῦ Σαμβαύλα σκωπτόμενον εἰσάγει μετὰ παιδιᾶς. καὶ Κυήτου τοῦ ἡμετέρου μέμνησαι γάρ ἐν ἀσθενείᾳ τὰς χεῖρας ἔχειν ψυχρὰς λέγοντος, Αὐφίδιος Μόδεστος ἀλλὰ μήν ἔφη θερμὰς ἀπὸ τῆς ἐπαρχίας κεκόμικας αὐτάς· τοῦτο γὰρ ἐκείνῳ μὲν γέλωτα καὶ διάχυσιν παρέσχε, κλέπτῃ δʼ ἀνθυπάτῳ λοιδόρημα καὶ ὄνειδος ἦν. διὸ καὶ Κριτόβουλον ὁ Σωκράτης εὐπροσωπότατον ὄντα προκαλούμενος εἰς σύγκρισιν εὐμορφίας ἔπαιζεν οὐκ ἐχλεύαζεν. καὶ Σωκράτην πάλιν Ἀλκιβιάδης ἔσκωπτεν εἰς ζηλοτυπίαν τὴν περὶ Ἀγάθωνος. ἥδονται δὲ καὶ βασιλεῖς τοῖς λεγομένοις ὡς εἰς πένητας αὐτοὺς καὶ ἰδιώτας, ὥσπερ ὑπὸ Φιλίππου σκωφθεὶς ὁ παράσιτος εἶπεν οὐκ ἐγώ σε τρέφω; τὰ γὰρ οὐ προσόντα φαῦλα λέγοντες ἐμφαίνουσι τὰ προσόντα χρηστά. δεῖ δʼ ὁμολογουμένως καὶ βεβαίως προσεῖναὶ τι χρηστόν· εἰ δὲ μή, τὸ λεγόμενον τοὐναντίον ἀμφισβητήσιμον ἔχει τὴν ὑπόνοιαν. ὁ γὰρ τῷ πάνυ πλουσίῳ τοὺς δανειστὰς ἐπάξειν λέγων, ἢ τὸν ὑδροπότην καὶ σώφρονα παροινεῖν καὶ μεθύειν, ἢ τὸν εὐδάπανον καὶ μεγαλοπρεπῆ καὶ χαριστικὸν κίμβικα καὶ κυμινοπρίστην προσαγορεύων, ἢ τὸν ἐν συνηγορίαις καὶ πολιτείαις μέγαν ἀπειλῶν ἐν ἀγορᾷ λήψεσθαι, διάχυσιν καὶ μειδίαμα παρέσχεν. οὕτως ὁ Κῦρος ἐν οἷς ἐλείπετο τῶν ἑταίρων, εἰς ταῦτα προκαλούμενος ἐγίγνετο προσηνὴς καὶ κεχαρισμένος. καὶ τοῦ Ἰσμηνίου τῇ θυσίᾳ προσαυλοῦντος, ὡς οὐκ ἐκαλλιέρει, παρελόμενος τοὺς αὐλοὺς ὁ μισθωτὴς ηὔλησε γελοίως· αἰτιωμένων δὲ τῶν παρόντων, ἐκεῖνος καλλιερήσαςἔστιν ἔφη τὸ κεχαρισμένως αὐλεῖν θεόθεν· ὁ δʼ Ἰσμηνίας γελάσας ἀλλʼ ἐμοῦ μὲν εἶπεν αὐλοῦντος ἡδόμενοι διέτριβον οἱ θεοί, σοῦ δʼ ἀπαλλαγῆναι σπεύδοντες ἐδέξαντο τὴν θυσίαν.ἔτι τοίνυν οἱ τὰ χρηστὰ τῶν πραγμάτων τοῖς λοιδορουμένοις ὀνόμασι μετὰ παιδιᾶς καλοῦντες, ἂν ἐμμελῶς ποιῶσιν, αὐτῶν μᾶλλον εὐφραίνουσι τῶν ἀπʼ εὐθείας ἐπαινούντων. καὶ γὰρ δάκνουσι μᾶλλον οἱ διὰ τῶν εὐφήμων ὀνειδίζοντες, ὡς οἱ τοὺς πονηροὺς Ἀριστείδας καὶ τοὺς δειλοὺς Ἀχιλλεῖς καλοῦντες, καὶ ὁ τοῦ Σοφοκλέους Οἰδίπουςταύτης Κρέων ὁ πιστὸς οὑξ ἀρχῆς φίλος. ἀντίστροφον οὖν ἔοικε γένος εἰρωνείας εἶναι τὸ περὶ τοὺς ἐπαίνους· ᾧ καὶ Σωκράτης ἐχρήσατο, τοῦ Ἀντισθένους τὸ φιλοποιὸν καὶ συναγωγὸν ἀνθρώπων εἰς εὔνοιαν μαστροπείαν καὶ συναγωγίαν καὶ προαγωγείαν ὀνομάσας. Κράτητα δὲ τὸν φιλόσοφον, εἰς πᾶσαν οἰκίαν εἰσιόντα μετὰ τιμῆς καὶ φιλοφροσύνης δεχομένων, θυρεπανοίκτην ἐκάλουν.