οὐχ ἥκιστα δὲ δεῖ προσέχειν καὶ φυλάττειν, ὅπως ἐκ τοῦ παρατυχόντος ἔσται τὸ σκῶμμα πρὸς τινας ἐρωτήσεις αὐτόθεν ἢ παιδιὰς γιγνόμενον, ἀλλὰ μὴ πόρρωθεν οἷον ἐκ παρασκευῆς ἐπεισόδιον. ὡς γὰρ ὀργὰς καὶ μάχας τὰς ἐκ τῶν συμποσίων πραότερον φέρουσιν, ἐὰν δʼ ἐπελθών τις ἔξωθεν λοιδορῆται καὶ ταράττῃ, τοῦτον ἐχθρὸν ἡγοῦνται καὶ μισοῦσιν οὕτω μέτεστι συγγνώμης σκώμματι καὶ παρρησίας, ἂν ἐκ τῶν παρόντων ἔχῃ τὴν γένεσιν, ἀφελῶς καὶ ἀπλάστως φυόμενον· ἂν δʼ μὴ πρὸς λόγον ἀλλʼ ἔξωθεν, ἐπιβουλῇ καὶ ὕβρει προσέοικεν· οἷον τὸ Τιμαγένους πρὸς τὸν ἄνδρα τῆς ἐμετικῆςκακῶν γὰρ ἄρχεις τήνδε μοῦσαν εἰσάγων· καὶ πρὸς Ἀθηνόδωρον τὸν φιλόσοφον, εἰ φυσικὴ ἡ πρὸς τὰ ἔκγονα φιλοστοργία ἡ γὰρ ἀκαιρία καὶ τὸ μὴ πρὸς λόγον ὕβριν ἐμφαίνει καὶ δυσμένειαν. οὗτοι μὲν οὖν κατὰ Πλάτωνα κουφοτάτου πράγματος, λόγων, βαρυτάτην ζημίαν ἔτισαν· οἱ δὲ τὸν καιρὸν εἰδότες καὶ φυλάττοντες αὐτῷ τῷ Πλάτωνι μαρτυροῦσιν, ὅτι τοῦ πεπαιδευμένου καλῶς ἔργον ἐστὶ τὸ παίζειν ἐμμελῶς καὶ κεχαρισμένως.ἐν Ἐλευσῖνι μετὰ τὰ μυστήρια τῆς πανηγύρεως ἀκμαζούσης, εἱστιώμεθα παρὰ Γλαυκίᾳ τῷ ῥήτορι. πεπαυμένων δὲ δειπνεῖν τῶν ἄλλων, Ξενοκλῆς ὁ Δελφὸς ὥσπερ εἰώθει τὸν ἀδελφὸν ἡμῶν Λαμπρίαν εἰς ἀδδηφαγίαν Βοιώτιον ἐπέσκωπτεν. ἐγὼ δʼ ἀμυνόμενος ὑπὲρ αὐτοῦ τὸν Ξενοκλέα τοῖς Ἐπικούρου λόγοις χρώμενον οὐ γὰρ ἅπαντες εἶπον ὦ βέλτιστε, ποιοῦνται τὴν τοῦ ἀλγοῦντος ὑπεξαίρεσιν ὅρον ἡδονῆς καὶ πέρας· Λαμπρίᾳ δὲ καὶ ἀνάγκη, πρὸ τοῦ κήπου κυδαίνοντι τὸν περίπατον καὶ τὸ Λύκειον ἔργῳ μαρτυρεῖν Ἀρἰστοτέλει· φησι γὰρ ὁ ἀνὴρ βρωτικώτατον ἕκαστον αὐτὸν αὑτοῦ περὶ τὸ φθινόπωρον εἶναι, καὶ τὴν αἰτίαν ἐπείρηκεν ἐγὼ δʼ οὐ μνημονεύωβέλτιον εἶπεν ὁ Γλαυκίας αὐτοὶ γὰρ ἐπιχειρήσομεν ζητεῖν, ὅταν παυσώμεθα δειπνοῦντες. ὡς οὖν ἀφῃρέθησαν αἱ τράπεζαι, γλαυκίας μὲν καὶ Ξενοκλῆς ᾐτιάσαντο τὴν ὀπώραν διαφόρως, ὁ μὲν ὡς τὴν κοιλίαν ὑπεξάγουσαν καὶ τῷ κενοῦσθαι τὸ σῶμα νεαρὰς ὀρέξεις ἀεὶ παρασκευάζουσαν· ὁ δὲ Ξενοκλῆς ἔλεγεν εὔστομόν τι καὶ δηκτικὸν ἔχοντα τῶν ὡραίων τὰ πλεῖστα τὸν στόμαχον ἐπὶ τὴν βρῶσιν ἐκκαλεῖσθαι παντὸς μᾶλλον ὄψου καὶ ἡδύσματος· καὶ γὰρ τοῖς ἀποσίτοις τῶν ἀρρώστων ὀπώρας τι προσενεχθὲν ἀναλαμβάνει τὴν ὄρεξιν. ὁ δὲ Λαμπρίας εἶπεν, ὅτι τὸ οἰκεῖον καὶ τὸ σύμφυτον θερμὸν ἡμῶν, ᾧ τρέφεσθαι πεφύκαμεν, ἐν μὲν τῷ θέρει διέσπαρται καὶ γέγονεν ἀσθενέστερον καὶ μανόν, ἐν δὲ τῷ φθίνοντι καιρῷ συναγείρεται πάλιν καὶ ἰσχύει, κατακρυπτόμενον ἐντὸς διὰ τὴν περίψυξιν καὶ τὴν πύκνωσιν τοῦ σώματος. ἐγὼ δʼ ὑπὲρ τοῦ μὴ δοκεῖν ἀσύμβολος τοῦ λόγου μετασχεῖν εἶπον, ὅτι τοῦ θέρους διψητικώτεροι γιγνόμεθα καὶ πλείονι χρώμεθα τῷ ὑγρῷ διὰ τὸ καῦμα· νῦν οὖν ἡ φύσις ἐν τῇ μεταβολῇ ζητοῦσα τοὐναντίον, ὥσπερ εἴωθε, πεινητικωτέρους ποιεῖ, καὶ τὴν ξηρὰν τροφὴν τῇ κράσει τοῦ σώματος· ἀνταποδίδωσιν.οὐ μὴν οὐδὲ τὰ σιτία φήσαι τις ἂν αἰτίας ἀμοιρεῖν παντάπασιν, ἀλλʼ ἐκ νέων καὶ προσφάτων γενόμενα καρπῶν οὐ μόνον μάζας καὶ ὄσπρια καὶ ἄρτους καὶ πυροὺς, ἀλλὰ καὶ κρέα ζῴων εὐωχουμένων τὰ ἐπέτεια τοῖς τε χυμοῖς διαφέρειν τῶν παλαιῶν καὶ μᾶλλον ἐπάγεσθαι τοὺς χρωμένους καὶ ἀπολαύοντας.ἐξ ἐνυπνίου τινὸς ἀπειχόμην ᾠῶν πολὺν ἡδο παρὰ τοῦτο ποιούμενος, ἐν καθάπερ ἐν Καρὶ διάπειραν λαβεῖν τῆς ὄψεως ἐναργῶς μοι πολλάκις γενομένης· ὑπόνοιαν μέντοι παρέσχον, ἑστιῶντος ἡμᾶς Σοσσίου Σενεκίωνος, ἐνέχεσθαι δόγμασιν Ὀρφικοῖς ἢ Πυθαγορικοῖς, καὶ τὸ ᾠόν, ὥσπερ ἔνιοι καρδίαν καὶ ἐγκέφαλον, ἀρχὴν ἡγούμενος γενέσεως ἀφοσιοῦσθαι· καὶ προὔφερεν Ἀλέξανδρος ὁ Ἐπικούρειος ἐπὶ γέλωτι τὸ ἶσόν τοι κυάμους ἔσθειν κεφαλάς τε τοκήων ὡς δὴ κυάμους τὰ ᾠὰ διὰ τὴν κύησιν αἰνιττομένων τῶν ἀνδρῶν, διαφέρειν δὲ μηδὲν οἰομένων τὸ ἐσθίειν ᾠὰ τοῦ χρῆσθαι τοῖς τίκτουσι τὰ ᾠὰ ζῴοις. ἐγίγνετο δὴ τὸ τῆς αἰτίας ἀπολόγημα τῆς αἰτίας αὐτῆς ἀλογώτερον, Ἐπικουρείῳ λέγειν ἐνύπνιον. ὅθεν οὐ παρῃτούμην τὴν δόξαν ἅμα προσπαίζων τι τῷ Ἀλεξάνδρῳ καὶ γὰρ ἦν χαρίεις καὶ φιλόλογος ἐπιεικῶς.ἐκ δὲ τούτου τὸ ἄπορον καὶ πολλὰ πράγματα τοῖς ζητητικοῖς παρέχον εἰς μέσον εἷλκε πρόβλημα περὶ τοῦ ᾠοῦ καὶ τῆς ὄρνιθος, ὁπότερον γένοιτο πρότερον αὐτῶν. καὶ Σύλλας μὲν ὁ ἑταῖρος εἰπὼν ὅτι μικρῷ προβλήματι καθάπερ ὀργάνῳ μέγα καὶ βαρὺ σαλεύομεν τὸ περὶ τῆς τοῦ κόσμου γενέσεως, ἀπηγόρευσε. τοῦ δʼ Ἀλεξάνδρου τῆς ζητήσεως ὡς μηδὲν προσφυὲς φερούσης καταγελάσαντος, ὁ γαμβρὸς ἡμῶν Φίρμος ἐμοὶ τοίνυν ἔφη χρῆσον ἐν τῷ παρόντι τὰς ἀτόμους. εἰ γὰρ τὰ μικρὰ δεῖ στοιχεῖα τῶν μεγάλων ἀρχὰς ὑποτίθεσθαι, πρῶτον εἰκὸς ἐστι τὸ ᾠὸν γεγονέναι τῆς ὄρνιθος· ἔστι γὰρ καὶ ἁπλοῦν, ὡς ἐν αἰσθητοῖς· ποικίλον δὲ καὶ μεμιγμένον μᾶλλον ἡ ὄρνις. καθόλου δʼ ἡ μὲν ἀρχὴ πρῶτον ἀρχὴ δὲ τὸ σπέρμα, τὸ δʼ ᾠὸν σπέρματος; μὲν πλέον ζῴου δὲ μικρότερον. ὡς γὰρ ἡ προκοπὴ μέσον εὐφυΐας εἶναι δοκεῖ καὶ ἀρετῆς, οὕτω τὸ ᾠὸν προκοπὴ τίς ἐστι τῆς φύσεως ἐπὶ τὸ ἔμψυχον ἀπὸ τοῦ σπέρματος πορευομένης. ἔτι δʼ, ὥσπερ ἐν τῷ ζῴῳ πρῶτα γίγνεσθαι λέγουσιν ἀρτηρίας καὶ φλέβας, οὕτω λόγον ἔχει καὶ τοῦ ζῴου τὸ ᾠὸν γεγονέναι πρῶτον, ὡς περιέχον ἐμπεριεχομένου. καὶ γὰρ αἱ τέχναι πρῶτον ἀτύπωτα καὶ ἄμορφα πλάττουσιν, εἶθʼ ὕστερον ἕκαστα τοῖς εἴδεσι διαρθροῦσιν ᾕ Πολύκλειτος ὁ πλάστης εἶπε χαλεπώτατον εἶναι τοὔργον, ὅταν ἐν ὄνυχι ὁ πηλὸς γένηται. διὸ καὶ τῇ φύσει τὸ πρῶτον εἰκός ἐστιν ἀτρέμα κινούσῃ τὴν ὕλην ἀργοτέραν ὑπακούειν, τύπους ἀμόρφους καὶ ἀορίστους ἐκφέρουσαν ὥσπερ τὰ ᾠά· μορφουμένων δὲ τούτων καὶ διαχαρασσομένων, ὕστερον ἐνδημιουργεῖσθαι τὸ ζῷον. ὡς δὲ κάμπη γίγνεται τὸ πρῶτον, εἶτʼ ἐκπαγεῖσα διὰ ξηρότητα καὶ περιρραγεῖσα ἕτερον πτερωθὲν διʼ αὑτῆς τὴν καλουμένην ψυχὴν μεθίησι, τὸν αὐτὸν τρόπον ἐνταῦθα προϋφίσταται τὸ ᾠὸν οἷον ὕλη τῆς γενέσεως. ἀνάγκη γὰρ ἐν πάσῃ μεταβολῇ πρότερον εἶναι τοῦ μεταβάλλοντος τὸ ἐξ οὗ μετέβαλε. σκόπει δʼ ὅτι σκνῖπες ἐν δένδρῳ καὶ τερηδόνες ἐμφύονται ξύλῳ κατὰ σῆψιν ὑγρότητος ἢ πέψιν·