τῶν εἰς τὰ δεῖπνα καὶ τὰ συμπόσια παρασκευαζομένων, ὦ Σόσσιε Σενεκίων, τὰ μὲν ἀναγκαίαν ἔχει τάξιν, ὥσπερ οἶνος καὶ σιτία καὶ ὄψα καὶ στρωμναὶ δηλαδὴ καὶ τράπεζαι· τὰ δʼ ἐπεισόδια γέγονεν ἡδονῆς ἕνεκεν, χρείας μὴ συναγομένης, ὥσπερ ἀκροάματα καὶ θεάματα καὶ γελωτοποιός τις ἐκ Καλλίου Φίλιππος οἷς παροῦσι μὲν ἥδονται, μὴ παρόντα δʼ οὐ πάνυ ποθοῦσιν οὐδʼ αἰτιῶνται τὴν συνουσίαν ὡς ἐνδεέστερον ἔχουσαν. οὕτω δὴ καὶ τῶν λόγων τοὺς μὲν ἐπὶ χρείᾳ τῇ περὶ τὰ συμπόσια παραλαμβάνουσιν οἱ μέτριοι, τοὺς δʼ ἄλλους δέχονται θεωρίαν πιθανὴν καὶ τῷ καιρῷ μᾶλλον αὐλοῦ καὶ βαρβίτου πρέπουσαν ἔχοντας. ὧν καὶ τὸ πρῶτον ἡμῖν βιβλίον εἶχε μεμιγμένα δείγματα, τοῦ μὲν προτέρου γένους τὸ περὶ τοῦ φιλοσοφεῖν παρὰ πότον καὶ περὶ τοῦ διανέμειν αὐτὸν ἢ τοῖς δειπνοῦσιν ἐφιέναι τὰς κλίσεις καὶ τὰ τοιαῦτα· τοῦ δευτέρου περὶ τοῦ τοὺς ἐρῶντας ποιητικοὺς εἶναι καὶ περὶ τῆς Αἰαντίδος φυλῆς. καλῶ δῆτα καὶ τὰ συμποτικά· τὰ δʼ τερα κοινῶς συμποσιακά. σποράδην δʼ ἀναγέγραπται καὶ οὐ διακεκριμένως ἀλλʼ ὡς ἕκαστον εἰς μνήμην ἦλθεν. οὐ δεῖ δὲ θαυμάζειν τοὺς ἀναγιγνώσκοντας, εἴ σοὶ προσφωνοῦντές τινα τῶν προρρηθέντων ὑπὸ σοῦ συνηγάγομεν· καὶ γὰρ ἂν αἱ μαθήσεις ἀναμνήσεις μὴ ποιῶσι, πολλάκις εἰς ταὐτὸ τῷ μανθάνειν τὸ ἀναμιμνήσκεσθαι καθίστησι.δέκα δὲ προβλημάτων εἰς ἕκαστον νενεμημένων βιβλίον, ἐν τούτῳ πρῶτόν ἐστιν ὃ τρόπον τινὰ Ξενοφῶν ὁ Σωκρατικὸς ἡμῖν προβέβληκε. τὸν γὰρ Γωβρύαν φησὶ συνδειπνοῦντα τῷ Κύρῳ τὰ τʼ ἄλλα θαυμάζειν τῶν Περσῶν, καὶ ὅτι τοιαῦτα μὲν ἀλλήλους ἐπηρώτων ἃ ἥδιον ἦν ἐρωτηθῆναι ἢ μή, ἔσκωπτον δʼ ἃ σκωφθῆναι κάλλιον ἢ μὴ· εἰ γὰρ ἐπαινοῦντες ἕτεροι πολλάκις λυποῦσι καὶ προσίστανται, πῶς οὐκ ἄξιον ἦν ἄγασθαι· τὴν εὐτραπελίαν ἐκείνων καὶ τὴν σύνεσιν, ὧν καὶ τὰ σκώμματα τοῖς σκωπτομένοις ἡδονὴν καὶ χάριν παρεῖχε; δεχόμενος οὖν ἡμᾶς ἐν Πάτραις, ἡδέως ἂν ἔφης πυθέσθαι τὰ τοιαῦτα ἐρωτήματα ποίου γένους εἴη καί τίς αὐτῶν τύπος· οὐ γάρ τι μικρόν ἔφηςτῆς ὁμιλητικῆς μόριον ἡ περὶ τὰς ἐρωτήσεις καὶ τὰς παιδιὰς τοῦ ἐμμελοῦς ἐπιστήμη καὶ τήρησις.μέγα μὲν οὖν ἔφην ἐγώ, ἀλλʼ ὅρα καὶ αὐτὸς ὁ Ξενοφῶν ἔν τε τῷ Σωκρατικῷ καὶ τοῖς Περσικοῖς ἐπιδείκνυσι συμποσίοις τὸ γένος. εἰ δὲ δοκεῖ καὶ ἡμᾶς ἐπιθέσθαι τινὶ λόγῳ, πρῶτον ἡδέως ἐρωτᾶσθαί μοι δοκοῦσιν ἃ ῥᾳδίως ἀποκρίνασθαι δύνανται· ταῦτα δʼ ἐστὶν ὧν ἐμπειρίαν ἔχουσιν. ὁἱ γὰρ ἀγνοοῦσιν, ἢ μὴ λέγοντες ἄχθονται καθάπερ αἰτηθέντες ὃ δοῦναι μὴ δύνανται, ἢ λέγοντες ἀπὸ δόξης καὶ εἰκασίας οὐ βεβαίου διαταράσσονται καὶ κινδυνεύουσιν. ἂν δὲ μὴ μόνον ἔχῃ τὸ ῥᾴδιον ἀλλὰ καὶ περιττὸν ἡ ἀπόκρισις, ἡδίων ἐστὶ τῷ ἀποκρινομένῳ περιτταὶ δʼ εἰσὶν αἱ τῶν ἐπισταμένων ἃ μὴ πολλοὶ γιγνώσκουσιν μηδʼ ἀκηκόασιν; οἷον ἀστρολογικῶν, διαλεκτικῶν, ἄνπερ ἕξιν ἐν αὐτοῖς ἔχωσιν. οὐ γὰρ πράττων μόνον ἕκαστος οὐδὲ διημερεύων, ὡς Εὐριπίδης φησίν, ἀλλὰ καὶ διαλεγόμενος ἵνʼ αὐτὸς αὑτοῦ τυγχάνει κράτιστος ὤν ἡδέως διατίθεται· καὶ χαίρουσι τοῖς ἐρωτῶσιν ἃ γιγνώσκοντες ἀγνοεῖσθαι καὶ λανθάνειν οὐ θέλουσι. διὸ καὶ περὶ χώρας ἀποίκου καὶ ξένης θαλάττης ἐθῶν τε βαρβαρικῶν καὶ νόμων οἱ πεπλανημένοι καὶ πεπλευκότες ἣδιον ἐρωτῶνται, καὶ προθύμως διηγοῦνται καὶ διαγράφουσι κόλπους καὶ τόπους, οἰόμενοι καὶ χάριν τινὰ τῶν πόνων ταύτην καὶ παραμυθίαν κομίζεσθαι. καθόλου δʼ ὅσα μηδενὸς ἐρωτῶντος αὐτοὶ διηγεῖσθαι καὶ λέγειν ἀφʼ ἑαυτῶν εἰώθαμεν, ἣδιον ἐρωτώμεθα, χαρίζεσθαι τούτοις δοκοῦντες; ὧν ἔργον ἦν ἐνοχλουμένων ἀποσχέσθαι. καὶ τοῦτο μὲν ἐν τοῖς πλωτικοῖς μάλιστα φύεται τὸ γένος τοῦ νοσήματος· οἱ δὲ κομψότεροι ταῦτʼ ἐρωτᾶσθαι θέλουσιν ἃ βουλόμενοι λέγειν αἰδοῦνται καὶ φείδονται τῶν παρόντων· οἷον ὅσα τυγχάνουσιν αὐτοὶ διαπεπραγμένοι καὶ κατωρθωκότες. ὀρθῶς γοῦν ὁ Νέστωρ τὴν φιλοτιμίαν τοῦ Ὀδυσσέως ἐπιστάμενος εἴπʼ ἄγε μʼ, ὦ πολύαινʼ Ὀδυσεῦ ʽ φησἴ, μέγα κῦδος Ἀχαιῶν, ὅππως τούσδʼ ἵππους λάβετον.ἄχθονται γὰρ τοῖς αὑτοὺς ἐπαινοῦσι καὶ τὰς ἑαυτῶν εὐτυχίας διεξιοῦσιν, ἂν μὴ κελεύσῃ ἄλλος τις τῶν παρόντων καὶ οἷον βιαζόμενοι λέγωσι. ἡδέως γοῦν ἐρωτῶνται περὶ πρεσβειῶν καὶ περὶ πολιτειῶν εἰ μέγα τι καὶ λαμπρὸν εἰργασμένοι τυγχάνουσιν. ὅθεν ἣκιστα περὶ τούτων οἱ φθονεροὶ καὶ κακοήθεις ἐρωτῶσι, κἂν ἄλλος τις ἔρηται τὰ τοιαῦτα, διακρούονται καὶ παρατρέπουσι, χώραν τῇ διηγήσει μὴ, διδόντες μηδὲ βουλόμενοι λόγου τὸν λέγοντα κοσμοῦντος ἀφορμὰς προέσθαι. καὶ ταῦτʼ οὖν ἐρωτῶντες χαρίζεσθαι τοῖς ἀποκρινομένοις, ἃ τοὺς ἐχθροὺς καὶ δυσμενεῖς αἰσθάνονται μὴ βουλομένους ἀκούειν.καὶ μὴν ὃ γʼ Ὀδυσσεὺς τῷ Ἀλκινόῳ σοὶ δʼ ἐμὰ κήδεα θυμὸς ἐπετράπετο στονόενταεἴρεσθʼ, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω. καὶ πρὸς τὸν χορὸν ὁ Οἰδίπους δεινὸν μὲν τὸ πάλαι κείμενον ἤδη κακόν, ὦ ξεῖνʼ, ἐπεγείρειν. ὁ δʼ Εὐριπίδης τοὐναντίον ὡς ἡδὺ μεμνῆσθαι πόνων οὐ τοῖς ἔτι πλανωμένοις καὶ κακὰ φέρουσι. τῶν οὖν κακῶν φυλακτέον ἐστὶ τὰς ἐρωτήσεις· ἀνιῶνται γὰρ διηγούμενοι καταδίκας αὑτῶν ἢ ταφὰς παίδων ἤ τινας κατὰ γῆν οὐκ εὐτυχεῖς ἢ κατὰ θάλατταν ἐμπορίας. τὸ δὲ πῶς εὐημέρησαν ἐπὶ βήματος ἢ προσηγορεύθησαν ὑπὸ τοῦ βασιλέως ἢ τῶν ἄλλων περιπεσόντων χειμῶσιν ἢ λῃσταῖς αὐτοὶ διέφυγον τὸν κίνδυνον, ἡδέως ἐρωτῶνται πολλάκις, καὶ τρόπον τινὰ τῷ λόγῳ τοῦ πράγματος ἀπολαύοντες ἀπλήστως ἔχουσι τοῦ διηγεῖσθαι καὶ μνημονεύειν. χαίρουσι δὲ καὶ περὶ φίλων εὐτυχούντων ἐρωτώμενοι καὶ περὶ παίδων προκοπτόντων ἐν μαθήμασιν ἢ συνηγορίαις ἢ φιλίαις βασιλέων. ἐχθρῶν δὲ καὶ δυσμενῶν ὀνείδη καὶ βλάβας καὶ καταδίκας ἐξελεγχθέντων καὶ σφαλέντων ἣδιον ἐρωτώμενοι καὶ προθυμότερον ἐξαγγέλλουσιν αὐτοὶ δʼ ἀφʼ αὑτῶν ὀκνοῦσι φυλαττόμενοι δόξαν ἐπιχαιρεκακίας. ἥδιον δὲ καὶ περὶ κυνῶν ἄνδρα θηρευτικὸν ἐρωτᾶν καὶ φιλαθλητὴν περὶ γυμνικῶν ἀγώνων καὶ περὶ καλῶν ἐρωτικόν. ὁ δʼ εὐσεβὴς καὶ φιλοθύτης διηγηματικὸς ὀνείρων, καὶ ὅσα χρησάμενος ἢ φήμαις ἢ ἱεροῖς ἢ θεῶν εὐμενείᾳ κατώρθωσεν, ἡδέως ἂν καὶ περὶ τούτων ἐρωτῷτο. τοῖς δὲ πρεσβύταις, κἂν μηδὲν ἡ διήγησις ᾖ προσήκουσα, πάντως οἱ ἐρωτῶντες χαρίζονται καὶ κινοῦσι βουλομένους. ὦ Νέστορ Νηληιάδη, σὺ δʼ ἀληθὲς ἐνίσπες,πῶς ἔθανʼ Ἀτρείδης; ποῦ Μενέλαος ἔην; ἦ οὐκ Ἄργεος ἦεν Ἀχαιικοῦ; πολλὰ ἐρωτῶν ἅμα καὶ πολλῶν λόγων ἀφορμὰς προσιέμενος, οὐχ, ὥσπερ ἔνιοι, συστέλλοντες εἰς τἀναγκαῖον αὐτὸ καὶ συνελαύνοντες τὰς ἀποκρίσεις ἀφαιροῦνται τῆς γεροντικῆς διατριβῆς τὸ ἥδιστον.