συνάγω δὲ καὶ ποτικοὺς εἰς ταὐτὸ καὶ ἐρωτικούς, οὐ μόνον ὅσοις ἔρωτος δῆγμα παιδικῶν πρόσεστιν ὥς φησι Σοφοκλῆς, ἀλλὰ καὶ τοὺς ἐπὶ γυναιξὶ καὶ τοὺς ἐπὶ παρθένοις δακνομένους· τῷ γὰρ αὐτῷ θαλπόμενοι πυρὶ μᾶλλον ἀλλήλων ἀντιλήψονται, καθάπερ ὁ κολλώμενος σίδηρος, ἂν μὴ νὴ Δία ταὐτοῦ τύχωσιν ἢ τῆς αὐτῆς ἐρῶντες.ἐκ τούτου περὶ τῶν τόπων ἐνέπεσε ζήτησις. ἄλλοι γὰρ ἄλλοις ἔντιμοι, Πέρσαις μὲν ὁ μεσαίτατος ἐφʼ οὗ κατακλίνεται βασιλεύς, Ἕλλησι δʼ ὁ πρῶτος, Ῥωμαίοις δʼ ὁ τῆς μέσης κλίνης τελευταῖος ὃν ὑπατικὸν προσαγορεύουσι· τῶν δὲ περὶ τὸν Πόντον Ἑλλήνων ἐνίοις , ὥσπερ Ἡρακλεώταις, ἔμπαλιν ὁ τῆς μέσης πρῶτος. ἀλλὰ περὶ τοῦ γʼ ὑπατικοῦ λεγομένου μάλιστα διηποροῦμεν. οὗτος γὰρ ἐπρώτευε τῇ τιμῇ καθʼ ἡμᾶς καὶ τὴν αἰτίαν οὔθʼ ὡς ὁ πρῶτος οὔθʼ ὡς ὁ μέσος εἶχε νενομισμένην ἔτι καὶ τῶν συμβεβηκότων αὐτῷ τὰ μὲν οὐκ ἦν ἴδια τούτου μόνου, τὰ δʼ οὐδεμιᾶς ἄξια σπουδῆς ἐφαίνετο. πλὴν τρία γε τῶν λεχθέντων ἐκίνει, πρῶτον μὲν ὅτι τοὺς βασιλεῖς καταλύσαντες οἱ ὕπατοι καὶ πρὸς τὸ δημοτικώτερον ἅπαντα μετακοσμήσαντες ἐκ τῆς μέσης καὶ βασιλικῆς χώρας ὑπῆγον αὑτοὺς κάτω συγχωροῦντες, ὡς μηδὲ τοῦτο τῆς ἀρχῆς αὐτῶν καὶ ἐξουσίας ἐπαχθὲς εἴη τοῖς συνοῦσι· δεύτερον δʼ ὅτι, τῶν δυεῖν κλινῶν ἀποδεδομένων τοῖς παρακεκλημένοις, ἡ τρίτη καὶ ταύτης ὁ πρῶτος τόπος μάλιστα τοῦ ἑστιῶντός ἐστιν ἐνταῦθα γὰρ ὥσπερ ἡνίοχος ἢ κυβερνήτης ἐπὶ δεξιὰ πρὸς τὴν ἐπίβλεψιν ἐξικνεῖται τῆς ὑπηρεσίας, καὶ τοῦ φιλοφρονεῖσθαι καὶ διαλέγεσθαι τοῖς παροῦσιν οὐκ ἀπήρτηται τῶν συνέγγιστα τόπων· ὁ μὲν γὰρ ὑπʼ αὐτὸν ἢ γυναικὸς ἢ παίδων ἐστίν, ὁ δʼ ὑπὲρ αὐτὸν εἰκότως τῷ μάλιστα τιμωμένῳ τῶν κεκλημένων ἀπεδόθη, ἵνʼ ἐγγὺς τοῦ ἑστιῶντος. τρίτον δʼ ἔχειν ἴδιον οὗτος ὁ τόπος ἐδόκει τὸ πρὸς τὴν πρᾶξιν εὐφυές· οὐ γάρ ἐστιν ὁ τῶν Ῥωμαίων ὕπατος οἷος Ἀρχίας ὁ Θηβαίων πολέμαρχος, ὥστε, γραμμάτων ἢ λόγων αὐτῷ μεταξὺ δειπνοῦντι φροντίδος ἀξίων προσπεσόντων, ἐπιφθεγξάμενος εἰς ἕω τὰ σπουδαῖα τὴν μὲν ἐπιστολὴν παρῶσαι λαβεῖν δὲ τὴν θηρίκλειον· ἀλλὰ μάλʼ ἐμμεμαὼς καὶ περιεσκεμμένος ἐν τοῖς τοιούτοις καιροῖς. οὐ γὰρ μόνον ὠδῖνα τίκτει νὺξ κυβερνήτῃ σοφῷ κατὰ τὸν Αἰσχύλον, ἀλλὰ καὶ πότου πᾶσα καὶ ἀνέσεως ἡδονὴ στρατηγῷ καὶ ἄρχοντι φροντίδος ἄξιόν ἐστιν·ἵνα τοίνυν ἀκοῦσαὶ θʼ ἃ δεῖ καὶ προστάξαι καὶ ὑπογράψαι δύνηται, τοῦτον ἐξαίρετον ἔχει τὸν τόπον· ἐν ᾧ τῆς δευτέρας κλίνης τῇ τρίτῃ συναπτούσης, ἡ γωνία διάλειμμα ποιοῦσα τῇ καμπῇ δίδωσι καὶ γραμματεῖ καὶ ὑπηρέτῃ καὶ φύλακι σώματος; καὶ ἀγγέλῳ τῶν ἀπὸ στρατοπέδου προσελθεῖν, διαλεχθῆναι, πυθέσθαι, μήτε τινὸς ἐνοχλοῦντος αὐτῷ μήτε τινὸς ἐνοχλουμένου τῶν συμποτῶν, ἀλλὰ καὶ χεῖρα καὶ φωνὴν ὑπερδέξιον ἔχοντι καὶ ἀκώλυτον.Κράτων ὁ γαμβρὸς ἡμῶν καὶ Θέων ὁ ἑταῖρος ἔν τινι πότῳ παροινίας ἀρχὴν λαβούσης εἶτα παυσαμένης, λόγον ἐποιήσαντο περὶ τῆς συμποσιαρχίας, οἰόμενοί με δεῖν στεφανηφοροῦντα μὴ περιιδεῖν ἔθος ἐκλειφθὲν παντάπασιν, ἀλλʼ ἀνακαλεῖν καὶ καταστῆσαι πάλιν τῆς ἀρχῆς τὴν νενομισμένην ἐπιστασίαν περὶ τὰ συμπόσια καὶ διακόσμησιν. ἐδόκει δὲ ταῦτα καὶ τοῖς ἄλλοις, ὥστε θόρυβον ἐκ πάντων καὶ παράκλησιν γενέσθαι. ἐπεὶ τοίνυν ἔφην ἐγὼ δοκεῖ ταῦτα πᾶσιν, ἐμαυτὸν αἱροῦμαι συμποσίαρχον ὑμῶν καὶ κελεύω τοὺς μὲν ἄλλους, ὡς βούλονται, πίνειν ἐν τῷ παρόντι, Κράτωνα δὲ καὶ Θέωνα, τοὺς εἰσηγητὰς καὶ νομοθέτας τοῦ δόγματος, ἒν τινι τύπῳ βραχέως διελθεῖν, ὁποῖον ὄντα δεῖ τὸν συμποσίαρχον αἱρεῖσθαι, καὶ τί ποιούμενος τέλος ὁ αἱρεθεὶς ἄρξει, καὶ πῶς χρήσεται τοῖς κατὰ συμπόσιον· διελέσθαι δὲ τὸν λόγον αὐτοῖς ἐπιτρέπω.μικρὰ μὲν οὖν ἠκκίσαντο παραιτούμενοι· κελευόντων δὲ πάντων πείθεσθαι τῷ ἄρχοντι καὶ ποιεῖν τὸ προσταττόμενον, ἔφη πρότερος ὁ Κράτων, ὅτι δεῖ τὸν μὲν φυλάκων ἄρχοντα φυλακικώτατον, ὥς φησιν ὁ Πλάτων, εἶναι· τὸν δὲ συμποτῶν συμποτικώτατον. ἔστι δὲ τοιοῦτος, ἂν μήτε τῷ μεθύειν εὐάλωτος μήτε πρὸς τὸ πίνειν ἀπρόθυμος· ἀλλʼ ὡς ὁ Κῦρος ἔλεγε πρὸς Λακεδαιμονίους γράφων, ὅτι τὰ τʼ ἄλλα τοῦ ἀδελφοῦ βασιλικώτερος εἴη καὶ φέροι καλῶς πολὺν ἄκρατον. ὅ τε γὰρ παροινῶν ὑβριστὴς καὶ ἀσχήμων, ὃ τʼ αὖ παντάπασι νήφων ἀηδὴς καὶ παιδαγωγεῖν μᾶλλον ἢ συμποσιαρχεῖν ἐπιτήδειος. ὁ μὲν οὖν Περικλῆς, ὁσάκις ᾑρημένος στρατηγὸς ἀναλαμβάνοι τὴν χλαμύδα, πρῶτος εἰώθει διαλέγεσθαι πρὸς αὑτὸν ὥσπερ ὑπομιμνήσκων ὅρα, Περίκλεις ἐλευθέρων ἄρχεις, Ἑλλήνων ἄρχεις, Ἀθηναίων ἄρχεις. ὁ δὲ συμποσίαρχος ἡμῶν ἐκεῖνα λεγέτω πρὸς αὑτὸν φίλων ἄρχεις, ἵνα μήτʼ ἀσχημονεῖν ἐπιτρέπῃ μήτε τὰς ἡδονὰς ἀφαιρῇ. δεῖ δὲ καὶ σπουδῆς τὸν ἄρχοντα πινόντων οἰκεῖον εἶναι καὶ παιδιᾶς μὴ ἀλλότριον, ἀλλʼ εὖ πως συγκεκραμένον πρὸς ἀμφότερα, σμικρῷ δὲ μᾶλλον, ὥσπερ οἶνον ἀστεῖον, ἀπονεύοντα τῇ φύσει πρὸς τὸ αὐστηρόν· ὁ γὰρ οἶνος ἄξει τὸ ἦθος εἰς τὸ μέτριον μαλακώτερον ποιῶν καὶ ἀνυγραίνων. ὥσπερ γὰρ ὁ Ξενοφῶν ἔλεγε τοῦ Κλεάρχου τὸ σκυθρωπὸν καὶ ἄγροικον ἄλλως ἐν ταῖς μάχαις ἡδὺ καὶ φαιδρὸν ἐπιφαίνεσθαι διὰ τὸ θαρραλέον οὕτως ὁ μὴ φύσει πικρὸς ἀλλὰ σεμνὸς καὶ αὐστηρός, ἐν τῷ πίνειν ἀνιέμενος ἡδίων γίγνεται καὶ προσφιλέστερος, ἔτι τοίνυν αὐτῷ δεῖ προσεῖναι τὸ μάλιστα μὲν ἑκάστου τῶν συμποτῶν ἐμπείρως ἔχειν, τίνα λαμβάνει μεταβολὴν ἐν οἴνῳ καὶ πρὸς τί πάθος ἀκροσφαλής ἐστι καὶ πῶς φέρει τὸν ἄκρατον. οὐ γὰρ οἴνου μὲν ἔστι πρὸς ὕδωρ ἑτέρου ἑτέρα μῖξις, ἣν οἱ βασιλικοὶ γιγνώσκοντες οἰνοχόοι νῦν μὲν πλέον νῦν δʼ ἔλαττον ὑποχέουσιν·