καὶ ταῦτα μὲν ἔξωθεν ἔστιν ἐπεισάγεσθαι φάρμακα τῆς περιαυτολογίας. ἕτερα δʼ αὐτοῖς τρόπον τινὰ τοῖς ἐπαινουμένοις ἔνεστιν· οἷς καὶ Κάτων ἐχρῆτο φθονεῖσθαι λέγων, ὅτι τῶν ἰδίων ἀμελεῖ καὶ τὰς νύκτας ἀγρυπνεῖ διὰ τὴν πατρίδα καὶ τὸ πῶς δʼ ἂν φρονοίην, ᾧ παρῆν ἀπραγμόνως ἐν τοῖσι πολλοῖς ἠριθμημένῳ στρατοῦ ἴσον μετασχεῖν τῷ σοφωτάτῳ τύχης. καὶ τὸ ὀκνῶν δὲ μόχθων τῶν πρὶν ἐκχέαι χάριν, καὶ τοὺς παρόντας οὐκ ἀπωθοῦμαι πόνους. ὡς γὰρ οἰκίαν καὶ χωρίον, οὕτω καὶ δόξαν οἱ πολλοὶ καὶ ἀρετὴν τοῖς προῖκα καὶ ῥᾳδίως ἔχειν δοκοῦσιν οὐ τοῖς πριαμένοις πόνων πολλῶν καὶ κινδύνων φθονοῦσιν.