αἱ δὲ πραγματικαὶ βουλαὶ καὶ κρίσεις καὶ δίαιται τῶν πολλῶν ἐμπαθεῖς οὖσαι δυσοδίαν τῷ λόγῳ παρέχουσι καὶ δυσκολίαν, ἐνισχομένῳ καὶ ταραττομένῳ περὶ τὸ ἄλογον, ἀνταῖρον αὐτῷ μεθʼ ἡδονῆς τινος ἢ δέους ἢ λύπης ἢ ἐπιθυμίας. καὶ τούτων κριτήριον ἡ αἴσθησίς ἐστιν ἀμφοτέρων ἐφαπτομένη· καὶ γὰρ ἂν περιγένηται θάτερον, οὐκ ἀνῄρηκε θάτερον, ἀλλʼ ἐφέλκεται καταβιαζόμενον καὶ ἀντιτεῖνον. ὁ γὰρ νουθετῶν αὑτὸν ἐρῶντα χρῆται τῷ λογισμῷ πρὸς τὸ πάθος, ὡς ἀμφοτέρων ἐνόντων ἅμα τῇ ψυχῇ, καθάπερ χειρὶ φλεγμαῖνον ἕτερον μέρος πιέζων καὶ δυεῖν ὄντων καὶ διαφερόντων ἐπαισθανόμενος. ἐν μέντοι ταῖς ἀπαθέσι βουλαῖς καὶ σκέψεσιν οἵας ἔχει μάλιστα τὸ θεωρητικόν, ἂν μὲν ἴσαι μένωσιν, οὐ γέγονε κρίσις ἀλλʼ ἀπορία, στάσις οὖσα καὶ μονὴ διανοίας ὑπʼ ἐναντίων λόγων· ἂν δὲ ῥοπὴ γένηται πρὸς θάτερον ἡ κρατήσασα τὴν ἑτέραν λέλυκεν, ὥστε μὴ λυπεῖν μηδʼ ὑπεναντιοῦσθαι πρὸς τὴν δόξαν. ὅλως δὲ λογισμοῦ μὲν ἀντικεῖσθαι λογισμῷ δοκοῦντος, οὐ γίγνεται δυεῖν καὶ ἑτέρων αἴσθησις ἀλλʼ ἑνός τινος ἐν διαφόροις γιγνομένου φαντασίαις· ὅταν δὲ τὸ ἄλογον μάχηται τῷ λογισμῷ, μήτε κρατεῖν ἀλύπως μήτε κρατεῖσθαι πεφυκὸς εὐθὺς εἰς δύο διίστησι τῇ μάχῃ τὴν ψυχὴν καὶ ποιεῖ τὴν διαφορὰν πρόδηλον.