ἑσπέραν ἐποιήσατε βαθεῖαν, ὦ Φιλῖνε, διὰ τῶν ἀναθημάτων παραπέμποντες τὸν ξένον· ἐγὼ γὰρ ὑμᾶς ἀναμένων ἀπηγόρευσα. βραδέως γὰρ ὡδεύομεν, ὦ Βασιλόκλεις, σπείροντες λόγους καὶ θερίζοντες εὐθὺς μετὰ μάχης ὑπούλους καὶ πολεμικούς, ὥσπερ οἱ Σπαρτοί, βλαστάνοντας ἡμῖν καὶ ὑποφυομένους κατὰ τὴν ὁδόν. . ἕετερον οὖν τινα δεήσει παρακαλεῖν τῶν παραγεγονότων, ἢ σὺ βούλει χαριζόμενος ἡμῖν διελθεῖν τίνες ἦσαν οἱ λόγοι καὶ τίνες οἱ λέγοντες; ἐεμόν, ὡς ἔοικεν, ὦ Βασιλόκλεις, τὸ ἔργον. τῶν γὰρ ἄλλων οὐδενὶ ῥᾳδίως ἂν ἐντύχοις κατὰ πόλιν· τοὺς γὰρ πλείστους ἑώρων αὖθις εἰς τὸ Κωρύκιον τῷ ξένῳ καὶ τὴν Λυκουρίαν συναναβαίνοντας. ἦ φιλοθεάμων τις ἡμῖν καὶ περιττῶς φιλήκοός ἐστιν ὁ ξένος. φιλόλογός γε καὶ φιλομαθής ἐστι μᾶλλον. οὐ μὴν ταῦτα μάλιστα θαυμάζειν ἄξιον, ἀλλὰ πραότης τε πολλὴν χάριν ἔχουσα, καὶ τὸ μάχιμον καὶ διαπορητικὸν ὑπὸ συνέσεως, οὔτε δύσκολον οὔτε ἀντίτυπον πρὸς τὰς ἀποκρίσεις· ὥστε καὶ βραχὺ συγγενόμενον εὐθὺς εἰπεῖν τέκος ἀγαθοῦ πατρός. οἶσθα γὰρ Διογενιανὸν ἀνδρῶν ἄριστον. αὐτὸς μὲν οὐκ εἶδον, ὦ Φιλῖνε, πολλοῖς δʼ ἐντετύχηκα καὶ τὸν λόγον καὶ τὸ ἦθος τάνδρὸς ἰσχυρῶς ἀποδεχομένοις, ὅμοια δὲ τούτοις ἕτερα περὶ τοῦ νεανίσκου λέγουσιν. ἀλλὰ τίνʼ ἀρχὴν ἔσχον οἱ λόγοι καὶ πρόφασιν;