ἀλλὰ ταῦτα μὲν ἄν τις ἀπείποι λέγων, οἷς ἀποδείκνυται κάλλιστα καὶ βασιλικώτατα τὴν ἐξουσίαν διατιθέμενος. καὶ γὰρ εἰ διὰ Τύχην μέγας γέγονε, μείζων ἐστίν, ὅτι τῇ Τύχῃ καλῶς κέχρηται· καὶ ὅσῳ τις ἂν μᾶλλον αὐτοῦ τὴν Τύχην ἐπαινῇ, τοσούτῳ μᾶλλον αὔξει τὴν ἀρετήν, διʼ ἣν ἄξιος τῆς Τύχης ἐγένετο· οὐ μὴν ἀλλʼ ἤδη πρὸς τὰ πρῶτα τῆς αὐξήσεως αὐτοῦ καὶ τὰς ἀρχὰς τῆς δυνάμεως βαδίζω, καὶ σκοπῶ τί τὸ τῆς Τύχης ἔργον ἐν ἐκείνοις γέγονε, διʼ ὅ φασιν Ἀλέξανδρον ὑπὸ τῆς Τύχης μέγαν γεγονέναι. πῶς γὰρ οὐχί τὸν ἄτρωτον, ὦ Ζεῦ, τὸν ἀναίμακτον, τὸν ἀστράτευτον, ὃν χρεμετίσας ἵππος εἰς τὸν Κύρου θρόνον ἐκάθισεν, ὡς Δαρεῖον τὸν Ὑστάσπου πρότερον; ἢ κολακευθεὶς ἀνὴρ ὑπὸ τῆς γυναικός, ὡς Ξέρξην Δαρεῖος ὑπʼ Ἀτόσσης; ἐπὶ θύρας αὐτῷ τὸ διάδημα τῆς βασιλείας ἦλθεν, ὥσπερ Ὀάρσῃ διὰ Βαγώαν, καὶ στολὴν ἐκδυσάμενος ἀστάνδου περιέθετο τὴν βασιλικὴν καὶ ὀρθοπαγῆ κίταριν; ἐξαίφνης καὶ ἀπροσδοκήτως κλήρῳ λαχὼν τῆς οἰκουμένης ἐβασίλευσεν, ὡς Ἀθήνησι κλήρῳ θεσμοθετοῦσι καὶ ἄρχουσι; βούλει μαθεῖν, πῶς βασιλεύουσιν ἄνθρωποι διὰ Τύχην; ἐξέλιπέ ποτʼ Ἀργείοις τὸ Ἡρακλειδῶν γένος, ἐξ οὗ βασιλεύεσθαι πάτριον ἦν αὐτοῖς· ζητοῦσι δὲ καὶ διαπυνθανομένοις ὁ θεὸς ἔχρησεν ἀετὸν δείξειν· καὶ μεθʼ ἡμέρας ὀλίγας ἀετὸς ὑπερφανεὶς καὶ κατάρας ἐπὶ τὴν Αἴγωνος οἰκίαν ἐκάθισε, καὶ βασιλεὺς ᾑρέθη Αἴγων. πάλιν ἐν Πάφῳ, τοῦ βασιλεύοντος ἀδίκου καὶ πονηροῦ φανέντος, ἐκβαλὼν τοῦτον Ἀλέξανδρος ἕτερον ἐζήτει, τοῦ Κινυραδῶν γένους ἤδη φθίνειν καὶ ἀπολείπειν δοκοῦντος. ἕνα δʼ οὖν ἔφασαν περιεῖναι πένητα καὶ ἄδοξον ἄνθρωπον ἐν κήπῳ τινὶ παρημελημένως διατρεφόμενον. ἐπὶ τοῦτον οἱ πεμφθέντες ἧκον, εὑρέθη δὲ πρασιαῖς ἐπαντλῶν· καὶ διεταράχθη τῶν στρατιωτῶν ἐπιλαμβανομένων αὐτοῦ καὶ βαδίζειν κελευόντων. ἀχθεὶς δὲ πρὸς Ἀλέξανδρον ἐν εὐτελεῖ σινδόνι βασιλεὺς ἀνηγορεύθη καὶ πορφύραν ἔλαβε, καὶ εἷς ἦν τῶν ἑταίρων προσαγορευομένων·ἐκαλεῖτο δʼ, Ἀβδαλώνυμος. οὕτως αἱ τύχαι ποιοῦσι βασιλεῖς, μεταμφιέζουσι, μεταγράφουσι ταχύ, ῥᾳδίως, προσδεχομένους ἐλπίζοντας.Ἀλεξάνδρῳ δὲ τί παρʼ ἀξίαν, τί ἀνιδρωτί, τί ἀναιμωτί, τί προῖκα, τί πονήσαντι τῶν μεγάλων; αἵματι κεκραμένους ποταμοὺς ἔπιε καὶ νεκροῖς γεγεφυρωμένους διέβη, καὶ πόαν ἔφαγε διὰ λιμὸν ἣν πρώτην εἶδε, καὶ βάθεσι χιόνων κατακεχωσμένα ἔθνη καὶ πόλεις ὑπὸ γῆν ἐνδεδυκυίας διώρυξε, καὶ θάλατταν μαχομένην ἔπλευσε, καὶ θῖνας ἀνύδρους τὰς Γεδρωσίων καὶ Ἀραχωσίων ὁδεύων ἐν θαλάσσῃ πρότερον ἢ ἐν γῇ φυτὸν εἶδεν. εἰ γὰρ ἦν ὡς πρὸς ἄνθρωπον ἀγαγεῖν παρρησίαν ὑπὲρ Ἀλεξάνδρου πρὸς τὴν τύχην, οὐκ ἂν εἶπε ποῦ σὺ καὶ πότε ταῖς Ἀλεξάνδρου πράξεσιν ὁδὸν ἔδωκας; ποίαν πέτραν ἀναιμωτὶ διὰ σὲ εἷλε; ποίαν πόλιν ἀφρούρητον αὐτῷ παρέδωκας ἢ ποίαν ἄοπλον φάλαγγα; τίς εὑρέθη βασιλεὺς ῥᾴθυμος ἢ στρατηγὸς ἀμελὴς ἢ κοιμώμενος πυλωρός; ἀλλʼ οὐδʼ εὔβατος ποταμὸς οὐδὲ χειμὼν μέτριος οὐδὲ θέρος ἄλυπον. ἄπιθι πρὸς Ἀντίοχον τὸν Σελεύκου, πρὸς Ἀρτοξέρξην τὸν Κύρου ἀδελφόν· ἄπελθε πρὸς Πτολεμαῖον τὸν Φιλάδελφον. ἐκείνους ζῶντες οἱ πατέρες βασιλεῖς ἀνηγόρευσαν, ἐκεῖνοι μάχας ἀδακρύτους ἐνίκων, ἐκεῖνοι πανηγυρίζοντες ἐν πομπαῖς καὶ θεάτροις διετέλεσαν, ἐκείνων ἕκαστος διʼ εὐτυχίαν βασιλεύων ἐγήρασεν. Ἀλεξάνδρου δʼ εἰ μηδὲν ἄλλο, τὸ σῶμʼ ἰδοῦ κατατετρωμένον ἄκρας κεφαλῆς ἄχρι ποδῶν διακέκοπται καὶ περιτέθλασται τυπτόμενον ὑπὸ τῶν πολεμίων ἔγχεΐ τʼ ἄορί τε μεγάλοισί τε χερμαδίοισιν· ἐπὶ Γρανίκου ξίφει διακοπεὶς τὸ κράνος ἄχρι τῶν τριχῶν, ἐν Γάζῃ βέλει πληγεὶς τὸν ὦμον, ἐν Μαρακάνδοις τοξεύματι τὴν κνήμην ὥστε τῆς κερκίδος τὸ ὀστέον ἀποκλασθὲν ὑπὸ τῆς πληγῆς ἐξαλέσθαι· περὶ τὴν Ὑρκανίαν λίθῳ τὸν τράχηλον, ἐξ οὗ καὶ τὰς ὄψεις ἀμαυρωθεὶς ἐφʼ ἡμέρας πολλὰς ἐν φόβῳ πηρώσεως ἐγένετο· πρὸς Ἀσσακάνοις Ἰνδικῷ βέλει τὸ σφυρόν, ὅτε καὶ πρὸς τοὺς κόλακας εἶπεν ἐπιμειδιάσας τουτὶ μὲν αἷμα, οὐκ ἰχώρ, οἷός πέρ τε ῥέει μακάρεσσι θεοῖσιν·ἐν Ἰσσῷ ξίφει τὸν μηρόν, ὡς Χάρης φησίν, ὑπὸ Δαρείου τοῦ βασιλέως εἰς χεῖρας αὐτῷ συνδραμόντος· αὐτὸς δʼ Ἀλέξανδρος ἁπλῶς γράφων καὶ μετὰ πάσης ἀληθείας πρὸς Ἀντίπατρον συνέβη δέ μοι φησὶ καὶ αὐτῷ ἐγχειριδίῳ πληγῆναι τὸν μηρόν· ἀλλʼ οὐδὲν ἄτοπον οὔτε παραχρῆμα οὔθʼ ὕστερον ἐκ τῆς πληγῆς ἀπήντησεν ἐν Μαλλοῖς τοξεύματι διπήχει διὰ τοῦ θώρακος εἰς τὸ στῆθος· ὑπελάσας ἔλαβε κατὰ τοῦ αὐχένος, ὡς Ἀριστόβουλος ἱστόρηκε. διαβὰς δὲ τὸν Τάναϊν ἐπὶ τοὺς Σκύθας καὶ τρεψάμενος, ἐδίωξεν ἵππῳ πεντήκοντα καὶ ἑκατὸν σταδίους, ὑπὸ διαρροίας ἐνοχλούμενος.εὖγʼ, ὦ Τύχη, τὸν Ἀλέξανδρον αὔξεις καὶ μέγαν ποιεῖς, διορύττουσα πανταχόθεν, ὑπερείπουσα, πᾶν μέρος ἀνοίγουσα τοῦ σώματος· οὐχ ὥσπερ ἡ Ἀθηνᾶ πρὸ τοῦ Μενελάου τὸ βέλος εἰς τὰ καρτερώτατα τῶν ὅπλων ὑπάγουσα, θώρακι καὶ μίτρᾳ καὶ ζωστῆρι τῆς πληγῆς τὸν τόνον ἀφεῖλε θιγούσης τοῦ σώματος, ὅσον αἵματι πρόφασιν ῥυῆναι, ἀλλὰ γυμνὰ παρέχουσα τοῖς βέλεσι τὰ καίρια, καὶ διʼ ὀστέων ἐλαύνουσα τὰς πληγάς, καὶ περιτρέχουσα κύκλῳ τὸ σῶμα, καὶ πολιορκοῦσα τὰς ὄψεις, τὰς βάσεις, ἐμποδίζουσα τὰς διώξεις, περισπῶσα τὰς νίκας, ἀνατρέπουσα τὰς ἐλπίδας. ἐμοὶ μὲν οὐδεὶς βαρυτέρᾳ δοκεῖ κεχρῆσθαι Τύχῃ τῶν βασιλέων, καίτοι πολλοῖς ἐνέπεσε - σκληρὰ καὶ βάσκανος· ἀλλʼ ὡς σκηπτὸς ἀπέκοψε τοὺς ἄλλους καὶ διέφθειρε, πρὸς δʼ Ἀλέξανδρον αὐτῆς τὸ δυσμενὲς γέγονε φιλόνεικον καὶ δύσερι καὶ δυσεκβίαστον, ὥσπερ πρὸς τὸν Ἡρακλέα. ποίους γὰρ Τυφῶνας ἢ πελωρίους γίγαντας οὐκ ἀνέστησεν ἀνταγωνιστὰς ἐπʼ αὐτόν; ἢ τίνας οὐκ ὠχύρωσε τῶν πολεμίων πλήθεσιν ὅπλων ἢ βάθεσι ποταμῶν ἢ τραχύτησι κρημνῶν ἢ θηρίων ἀλκαῖς ἀλλοφύλων; εἰ δὲ μὴ μέγʼ ἦν τὸ Ἀλεξάνδρου φρόνημα μηδʼ ἀπʼ ἀρετῆς ὁρμώμενον μεγάλης ἐξανέφερε καὶ διηρείδετο πρὸς τὴν Τύχην, οὐκ ἂν ἔκαμε καὶ ἀπηγόρευσε παραταττόμενος ἐξοπλιζόμενος πολιορκῶν διώκων, ἐν ἀποστάσεσι μυρίαις, ἀποτροπαῖς σκιρτήσεσιν ἐθνῶν, βασιλέων ἀφηνιασμοῖς, Βάκτρα Μαράκανδα Σογδιανούς, ἐν ἔθνεσιν ἀπίστοις καὶ ἐπιβούλοις ὕδραν τέμνων ἀεί τισι πολέμοις ἐπιβλαστάνουσαν;