ἀλλʼ Ἀλέξανδρος ἠρίστα μὲν ὄρθρου καθεζόμενος, ἐδείπνει δὲ πρὸς ἑσπέραν βαθεῖαν, ἔπινε δὲ θύσας τοῖς θεοῖς, ἐκύβευε δὲ πρὸς Μήδιον πυρέττων, ἔπαιζε δʼ ὁδοιπορῶν ἅμα καὶ μανθάνων τοξεύειν καὶ ἀποβαίνειν ἅρματος. ἔγημε δὲ Ῥωξάνην ἑαυτῷ μόνην ἐρασθείς· τὴν δὲ Δαρείου Στάτειραν τῇ βασιλείᾳ καὶ τοῖς πράγμασι (συνέφερε γὰρ ἡ τῶν γενῶν ἀνάμιξις)· τῶν δʼ ἄλλων Περσίδων ἐκράτησε τοσοῦτο σωφροσύνῃ, ὅσον ἀνδρείᾳ Περσῶν· ἄκουσαν μὲν γὰρ οὐκ εἶδεν, ἃς δʼ εἶδε μᾶλλον ἢ ἃς οὐκ εἶδε παρῆλθε. καὶ πᾶσιν ὢν τοῖς ἄλλοις φιλάνθρωπος, μόνοις ὑπερηφάνως τοῖς καλοῖς ἐχρῆτο. περὶ δὲ τῆς Δαρείου γυναικός, εὐπρεπεστάτης γενομένης, οὐδὲ φωνὴν ἐπαινοῦσαν τὸ κάλλος ἤκουσεν ἀποθανοῦσαν δʼ οὕτω βασιλικῶς ἐκόσμησε καὶ συμπαθῶς ἐδάκρυσεν, ὥστʼ ἄπιστον αὐτοῦ τὸ σῶφρον ἐν τῷ φιλανθρώπῳ γενέσθαι καὶ λαβεῖν ἀδικίας ἔγκλημα τὴν χρηστότητα. Δαρεῖος γὰρ οὕτως ἐκινήθη πρὸς τὴν ἐξουσίαν αὐτοῦ καὶ τὴν ἡλικίαν· εἷς γὰρ ἦν καὶ αὐτὸς ἔτι τῶν νομιζόντων διὰ Τύχην κρατεῖν Ἀλέξανδρον ἐπεὶ δὲ τἀληθὲς ἔγνω βασανίσας πανταχόθεν, οὐ πάντως εἶπεν ἄρα φαύλως ἔχει τὰ Περσῶν, οὐδέ τις ἐρεῖ παντάπασι κακοὺς ἡμᾶς οὐδʼ ἀνάνδρους ὑπὸ τοιούτου κρατηθέντας. ἐγὼ δʼ εὐτυχίαν μὲν εὔχομαι καὶ κράτος πολέμου παρὰ θεῶν, ἵνʼ εὖ ποιῶν Ἀλέξανδρον ὑπερβάλωμαι· καί μέ τις ἔχει φιλοτιμία καὶ ζῆλος ἡμερώτερον αὐτοῦ φανῆναι· εἰ δʼ οἴχεται τὰ ἐμά, Ζεῦ πατρῷε Περσῶν καὶ βασίλειοι θεοί, μηδεὶς εἰς τὸν Κύρου θρόνον ἄλλος ἢ Ἀλέξανδρος καθίσειε τοῦτʼ εἰσποίησις ἦν Ἀλεξάνδρου διὰ θεῶν μαρτύρων.οὕτω νικῶσιν ἀρετῇ. πρόσγραψον, εἰ βούλει, τῇ Τύχῃ τὰ Ἄρβηλα καὶ τὴν Κιλικίαν, καὶ τἄλλα, ἃ γέγονε βίας ἔργα καὶ πολέμου· Τύχη τὴν Τύρον ἔσεισεν αὐτῷ, καὶ Τύχη τὴν Αἴγυπτον ἀνέῳξε· διὰ Τύχην Ἁλικαρνασσὸς ἔπεσε καὶ Μίλητος ἑάλω καὶ Μαζαῖος Εὐφράτην ἔρημον ἀπέλιπε καὶ νεκρῶν τὸ Βαβυλώνιον ἐπλήσθη πεδίον· ἀλλʼ οὔτι γε σώφρων ἀπὸ Τύχης οὔτʼ ἐγκρατὴς διὰ Τύχην, οὔτʼ ἀνάλωτον ὑφʼ ἡδονῆς ἡ Τύχη καὶ ἄτρωτον ἐπιθυμίαις κατακλείσασα τὴν ψυχὴν ἐφρούρει. καὶ μὴν ταῦτʼ ἦν, οἷς αὐτὸν ἐτρέψατο Δαρεῖον τἄλλα δʼ ὅπλων ἦσαν ἧτται καὶ ἵππων καὶ μάχαι καὶ φόνοι καὶ φυγαὶ ἀνδρῶν. τὴν δὲ μεγάλην καὶ ἀναντίρρητον ἧτταν ἡττήθη Δαρεῖος καὶ ἐνέκλινεν ἀρετῇ καὶ μεγαλοφροσύνῃ καὶ ἀνδρείᾳ καὶ δικαιοσύνῃ, θαυμάσας τὸ ἐν ἡδονῇ καὶ πόνοις καὶ χάρισιν ἀνίκητον. ἐπεὶ ἔν γε πέλταις καὶ σαρίσσαις καὶ ἀλαλαγμοῖς καὶ συρράξεσιν ὅπλων ἀνίκητος ἦν καὶ Ταρρίας ὁ Δεινομένους καὶ Ἀντιγένης ὁ Πελληναῖος καὶ Φιλώτας ὁ Παρμενίωνος, ἀλλὰ πρὸς ἡδονὰς καὶ γύναια καὶ χρυσίον καὶ ἀργύριον οὐθέν τι βελτίους τῶν αἰχμαλώτων· ἀλλὰ Ταρρίας μὲν ὅτε τῶν χρεῶν ἠλευθέρου Μακεδόνας Ἀλέξανδρος καὶ διελύετο τοῖς δανείσασιν ὑπὲρ πάντων, ψευσάμενος ὀφείλειν καὶ δανειστήν τινα φάσκοντα εἶναι τῇ τραπέζῃ προσαγαγών, εἶτα φωραθείς, ὀλίγου διέφθειρεν αὐτὸς ἑαυτόν· εἰ μὴ γνοὺς Ἀλέξανδρος ἀφῆκε τῆς αἰτίας αὐτὸν καὶ συνεχώρησεν ἔχειν τἀργύριον, ἀναμνησθεὶς ὅτι Φιλίππου προσμαχομένου Περίνθῳ βέλει πληγεὶς τὸν ὀφθαλμόν, οὐ παρέσχεν οὐδʼ ὑπέμεινεν ἐξαιρεθῆναι τὸ βέλος αὑτοῦ πρὶν ἢ τρέψασθαι τοὺς πολεμίους. Ἀντιγένης δὲ τοῖς ἀποπεμφθεῖσιν εἰς Μακεδονίαν διὰ νόσον καὶ πήρωσιν ἀναμίξας ἑαυτὸν καὶ ἀπογραψάμενος, ὡς ἐλήφθη μηδὲν κακὸν ἔχων, ἀλλὰ προσποιούμενος ἀρρωστίαν τινά, ἀνὴρ πολεμικὸς καὶ τραυμάτων τὸ σῶμα μεστὸς ὀφθεὶς ἠνίασε τὸν Ἀλέξανδρον·πυνθανομένου δὲ τὴν αἰτίαν, ὡμολόγησε Τελεσίππης ἐρᾶν καὶ συνακολουθεῖν ἐπὶ θάλασσαν ἀπιούσῃ μὴ δυνάμενος ἀπολειφθῆναι. καὶ τίνος ἔφη τὸ γύναιόν ἐστιν ὁ Ἀλέξανδρος καὶ πρὸς τίνα δεῖ διαλέγεσθαι; τοῦ δʼ Ἀντιγένους εἰπόντος ὡς ἐλευθέρα ἐστὶν, οὐκοῦν εἶπε πείθωμεν αὐτὴν καταμένειν, ἐπαγγελλόμενοι καὶ διδόντες. οὕτω παντὶ μᾶλλον ἐρῶντι συγγνώμην εἶχεν ἢ αὑτῷ. καὶ μὴν καὶ Φιλώτας ὁ Παρμενίωνος τροφόν τινα τῶν κακῶν ἔσχε τὴν ἀκρασίαν. Ἀντιγόνα γὰρ ἦν Πελλαῖον γύναιον ἐν τοῖς περὶ Δαμασκὸν αἰχμαλώτοις, ἡλώκει δʼ ὑπʼ Αὐτοφραδάτου πρότερον εἰς Σαμοθρᾴκην διαπλεύσασα, τὴν δʼ ὄψιν ἦν ἱκανή, καὶ τὸν Φιλώταν ἁψάμενον αὐτῆς εἶχε μάλα. καὶ δὴ ὁ σιδάρεος ἐκεῖνος πεπαινόμενος οὐκ ἐκράτει τῶν λογισμῶν ἐν ταῖς ἡδοναῖς, ἀλλʼ ἀνοιγόμενος ἐξέφερε πολλὰ τῶν ἀπορρήτων πρὸς αὐτήν. τί γὰρ ἦν ἐκεῖνος ὁ Φίλιππος, εἰ μὴ Παρμενίων; τί δʼ Ἀλέξανδρος οὗτος, εἰ μὴ Φιλώτας; ποῦ δʼ ὁ Ἄμμων, ποῦ δʼ οἱ δράκοντες, ἂν ἡμεῖς μὴ θέλωμεν; τούτους τοὺς λόγους ἡ Ἀντιγόνα ἐξήνεγκε πρός τινα τῶν συνήθων γυναικῶν, ἐκείνη δὲ πρὸς Κρατερὸν Κρατερὸς δὲ πρὸς Ἀλέξανδρον αὐτὴν εἰσήγαγε τὴν Ἀντιγόναν κρύφα, καὶ τοῦ μὲν σώματος οὐκ ἔθιγεν ἀλλʼ ἀπέσχετο· τὸν δὲ Φιλώταν ὑποικουρῶν διʼ αὐτῆς ὅλον ἐφώρασε, καὶ πλέον ἢ ἑπτὰ ἐτῶν διαγενομένων, οὐκ ἐν οἴνῳ ποτὲ τὴν ὑπόνοιαν ταύτην ἐξέφηνεν ὁ μεθύων, οὐ διʼ ὀργὴν ὁ θυμοειδής, οὐ πρὸς φίλον ὁ πάντα πιστεύων Ἡφαιστίωνι καὶ πάντων μεταδιδούς. λέγεται γὰρ ὅτι καὶ τῆς μητρὸς ἀπόρρητον ἐπιστολὴν λύσαντος αὐτοῦ καὶ σιωπῇ πρὸς ἑαυτὸν ἀναγιγνώσκοντος, Ἡφαιστίων ἀτρέμα παραβάλλων τὴν κεφαλὴν συνανεγίγνωσκεν· ὁ δὲ κωλῦσαι μὲν οὐχ ὑπέμεινεν, ἐξελὼν δὲ τὸν δακτύλιον προσέθηκε τὴν σφραγῖδα τῷ στόματι τοῦ Ἡφαιστίωνος.