Λυσίππου δὲ τὸν πρῶτον Ἀλέξανδρον πλάσαντος, ἄνω βλέποντα τῷ προσώπῳ πρὸς τὸν οὐρανὸν (ὥσπερ αὐτὸς εἰώθει βλέπειν Ἀλέξανδρος ἡσυχῆ παρεγκλίνων τὸν τράχηλον) ἐπέγραψέ τις οὐκ ἀπιθάνως αὐδασοῦντι δʼ ἔοικεν ὁ χάλκεος εἰς Δία λεύσσων, γᾶν ὑπʼ ἐμοὶ τίθεμαι· Ζεῦ, σὺ δʼ Ὄλυμπον ἔχε. διὸ καὶ μόνον Ἀλέξανδρος ἐκέλευε Λύσιππον εἰκόνας αὐτοῦ δημιουργεῖν. μόνος γὰρ οὗτος, ὡς ἔοικε, κατεμήνυε τῷ χαλκῷ τὸ ἦθος αὐτοῦ καὶ συνεξέφαινε τῇ μορφῇ τὴν ἀρετήν· οἱ δʼ ἄλλοι τὴν ἀποστροφὴν τοῦ τραχήλου καὶ τῶν ὀμμάτων τὴν διάχυσιν καὶ ὑγρότητα μιμεῖσθαι θέλοντες οὐ διεφύλαττον αὐτοῦ τὸ ἀρρενωπὸν καὶ λεοντῶδες. ἐν δʼ οὖν τοῖς ἄλλοις τεχνίταις καὶ Στασικράτης ἦν ἀρχιτέκτων, οὐδὲν ἀνθηρὸν οὐδʼ ἡδὺ καὶ πιθανὸν τῇ ὄψει διώκων, ἀλλὰ καὶ χειρὶ μεγαλουργῷ καὶ διαθέσει χορηγίας βασιλικῆς οὐκ ἀποδεούσῃ χρώμενος. οὗτος ἀναβὰς πρὸς Ἀλέξανδρον ἐμέμφετο τὰς γραφομένας εἰκόνας αὐτοῦ καὶ γλυφομένας καὶ πλαττομένας, ὡς ἔργα δειλῶν τεχνιτῶν καὶ ἀγεννῶν· ἐγὼ δʼ εἶπεν εἰς ἄφθαρτον, ὦ βασιλεῦ, καὶ ζῶσαν ὕλην καὶ ῥίζας ἔχουσαν ἀιδίους καὶ βάρος ἀκίνητον καὶ ἀσάλευτον ἔγνωκά σου τὴν ὁμοιότητα καταθέσθαι τοῦ σώματος. ὁ γὰρ Θρᾴκιος Ἄθως, ᾗ μέγιστος αὐτὸς αὑτοῦ καὶ περιφανέστατος ἐξανέστηκεν, ἔχων ἑαυτῷ σύμμετρα πλάτη καὶ ὕψη καὶ μέλη καὶ ἄρθρα καὶ διαστήματα μορφοειδῆ , δύναται κατεργασθεὶς καὶ σχηματισθεὶς εἰκὼν Ἀλεξάνδρου καλεῖσθαι καὶ εἶναι, ταῖς μὲν βάσεσιν ἁπτομένου τῆς θαλάσσης, τῶν δὲ χειρῶν τῇ μὲν ἐναγκαλιζομένου καὶ φέροντος πόλιν ἐνοικουμένην μυρίανδρον, τῇ δὲ δεξιᾷ ποταμὸν ἀέναον ἐκ φιάλης σπένδοντος εἰς τὴν θάλασσαν ἐκχεόμενον. χρυσὸν δὲ καὶ χαλκὸν καὶ ἐλέφαντα καὶ ξύλα καὶ βαφάς, ἐκμαγεῖα μικρὰ καὶ ὠνητὰ καὶ κλεπτόμενα καὶ συγχεόμενα, καταβάλωμεν ταῦτʼ ἀκούσας Ἀλέξανδρος τὸ μὲν φρόνημα τοῦ τεχνίτου καὶ τὸ θάρσος ἀγασθεὶς ἐπῄνεσεν, ἔα δὲ κατὰ χώραν ἔφη τὸν Ἄθω μένειν·ἀρκεῖ γὰρ ἑνὸς βασιλέως ἐνυβρίσαντος εἶναι μνημεῖον· ἐμὲ δʼ ὁ Καύκασος δείξει καὶ τὰ Ἠμωδὰ καὶ Τάναϊς καὶ τὸ Κάσπιον πέλαγος, αὗται τῶν ἐμῶν ἔργων εἰκόνες.ἀλλὰ φέρε πρὸς θεῶν ἐκτελεσθῆναι καὶ φανῆναι τοιοῦτον ἔργον· ἔσθʼ ὅστις ἂν ἰδὼν ὑπέλαβε κατὰ τύχην γεγονέναι καὶ αὐτομάτως τὸ σχῆμα καὶ τὴν διάθεσιν καὶ τὸ εἶδος; οὐδεὶς ἂν οἶμαι. τί δὲ τὸν κεραυνοφόρον; τί δὲ τὸν ἐπὶ τῆς αἰχμῆς προσαγορευόμενον; εἶτʼ ἀνδριάντος μὲν μέγεθος οὐκ ἂν ἄνευ τέχνης ὑπὸ τύχης γένοιτο χρυσὸν καὶ χαλκὸν καὶ ἐλέφαντα καὶ πολλὴν καὶ πλουσίαν ὕλην καταχεαμένης καὶ παραβαλούσης· ἄνδρα δὲ μέγαν, μᾶλλον δὲ τῶν γεγονότων ἁπάντων μέγιστον, ἐνδέχεται χωρὶς ἀρετῆς ἀποτελεσθῆναι διὰ τύχην, ὅπλα καὶ χρήματα καὶ πόλεις καὶ ἵππους παρασκευάσασαν; ἃ τῷ μὴ μαθόντι χρῆσθαι κίνδυνός ἐστιν, οὐ δύναμις οὐδὲ κόσμος, ἀλλʼ ἔλεγχος τῆς ἀσθενείας καὶ μικρότητος. ὀρθῶς γὰρ Ἀντισθένης ἔλεγεν ὅτι πάντα δεῖ τοῖς πολεμίοις εὔχεσθαι τἀγαθὰ πλὴν ἀνδρείας· γίγνεται γὰρ οὕτως οὐ τῶν ἐχόντων, ἀλλὰ τῶν κρατούντων διὰ τοῦτό φασι καὶ τὴν φύσιν ἀγεννεστάτῳ ζῴῳ τῷ ἐλάφῳ κέρατα θαυμαστὰ τῷ μεγέθει καὶ τραχύτητι πρὸς ἄμυναν ἐμφῦσαι, διδάσκουσαν ἡμᾶς ὡς οὐδὲν ὠφελεῖ τὸ ἰσχύειν καὶ ὡπλίσθαι τοὺς μένειν καὶ θαρρεῖν μὴ δυναμένους. οὕτω καὶ ἡ τύχη πολλάκις ἀτόλμοις καὶ ἀνοήτοις προσάπτουσα δυνάμεις καὶ ἀρχάς, αἷς ἐνασχημονοῦσι, κοσμεῖ καὶ συνίστησι τὴν ἀρετὴν ὡς μόνην μέγεθος ἀνδρὸς καὶ κάλλος οὖσαν. εἰ μὲν γάρ ὥς φησιν Ἐπίχαρμος νοῦς ὁρῇ καὶ νοῦς ἀκούει, τἄλλα δὲ τυφλὰ καὶ κωφὰ τυγχάνει λόγου δεόμενα αἱ γὰρ αἰσθήσεις ἰδίας ἔχειν ἀφορμὰς δοκοῦσιν· ὅτι δὲ νοῦς ὠφελεῖ καὶ νοῦς κοσμεῖ καὶ νοῦς τὸ νικῶν καὶ κρατοῦν καὶ βασιλεῦον, τὰ δʼ ἄλλα τυφλὰ καὶ κωφὰ καὶ ἄψυχα παρέλκει καὶ βαρύνει καὶ καταισχύνει χωρὶς ἀρετῆς τοὺς ἔχοντας, ἀπὸ τῶν πραγμάτων λαβεῖν ἔστι. τῆς γὰρ αὐτῆς δυνάμεως ὑποκειμένης καὶ ἡγεμονίας, Σεμίραμις μὲν οὖσα γυνὴ στόλους ἐπλήρου καὶ φάλαγγας ὥπλιζε καὶ Βαβυλῶνας ἔκτιζε, καὶ περιέπλει τὴν Ἐρυθρὰν θάλασσαν Αἰθίοπας καταστρεφομένη καὶ Ἄραβας·Σαρδανάπαλος δʼ ἀνὴρ πεφυκὼς ἔξαινεν οἴκοι πορφύραν, ἀναβάδην ἐν ταῖς παλλακαῖς καθήμενος· ἀποθανόντος δʼ αὐτοῦ, λιθίνην εἰκόνα κατασκευάσαντες ἐποχουμένην ἑαυτῇ βαρβαριστὶ καὶ τοῖς δακτύλοις ὑπὲρ κεφαλῆς οἷον ὑποψοφοῦσαν, ἐπέγραψαν ἔσθιε, πῖνε, ἀφροδισίαζε· τἄλλα δʼ οὐδέν ὁ μὲν οὖν Κράτης ἰδὼν χρυσῆν εἰκόνα Φρύνης τῆς ἑταίρας ἑστῶσαν ἐν Δελφοῖς ἀνέκραγεν, ὅτι τοῦτο τῆς τῶν Ἑλλήνων ἀκρασίας τρόπαιον ἕστηκε· τὸν δὲ Σαρδαναπάλου βίον ἄν τις ἢ τάφον οὐδὲν γάρ, οἶμαι, διαφέρει θεασάμενος εἴποι τοῦτο τῶν τῆς τύχης ἀγαθῶν τρόπαιον εἶναι. τί οὖν; ἐάσωμεν τὴν Τύχην Ἀλεξάνδρου μετὰ Σαρδανάπαλον ἅψασθαι καὶ τοῦ μεγέθους ἐκείνου καὶ τῆς δυνάμεως ἀντιποιεῖσθαι; τί γὰρ αὐτῷ πλέον ἔδωκεν ὧν οἱ λοιποὶ βασιλεῖς ἔλαβον παρʼ αὐτῆς; ὅπλων, ἵππων, βελῶν, χρημάτων, δορυφόρων; ποιησάτω τούτοις ἡ Τύχη μέγαν Ἀριδαῖον, εἰ δύναται· ποιησάτω τούτοις μέγαν Ἄμασιν ἢ Ὦχον ἢ Ὀάρσην ἢ Τιγράνην τὸν Ἀρμένιον ἢ τὸν Βιθυνὸν Νικομήδην· ὧν ὁ μὲν τὸ διάδημα τοῖς Πομπηίου ποσὶν ὑπορρίψας αἰσχρῶς τὴν βασιλείαν ἀπέβαλε, λάφυρον γενομένην· Νικομήδης δὲ τὴν κεφαλὴν ξυράμενος καὶ πιλίον ἐπιθέμενος ἀπελεύθερον ἑαυτὸν Ῥωμαίων ἀνηγόρευσεν.