ἄτοπόν τι δόξω λέγειν, ἐρῶ δʼ ἀληθές· παρὰ μικρὸν διὰ τὴν Τύχην Ἀλέξανδρος ἀπώλεσε τὸ δοκεῖν Ἄμμωνος εἶναι. τίς γὰρ ἃν ἐκ θεῶν γεγονὼς ἐπισφαλεῖς οὕτω καὶ πολυπόνους καὶ τλήμονας ἐξεμόχθησεν ἄθλους πλὴν ὁ Διὸς Ἡρακλῆς; ἀλλʼ ἐκείνῳ μὲν εἷς ἀνὴρ ὑβριστὴς ἐπέταττε λέοντας αἱρεῖν καὶ κάπρους διώκειν καὶ σοβεῖν ὄρνιθας· ἵνα μὴ σχολάζῃ τοῖς μείζοσι περιιών, Ἀνταίους κολάζειν καὶ Βουσίριδας παύειν μιαιφονοῦντας· Ἀλεξάνδρῳ δʼ ἐπέταττε μὲν ἡ ἀρετὴ τὸν βασιλικὸν καὶ θεῖον ἆθλον, οὗ τέλος ἦν οὐ χρυσὸς ὑπὸ μυρίων καμήλων περικομιζόμενος οὐδὲ τρυφαὶ Μηδικαὶ καὶ τράπεζαι καὶ γυναῖκες οὐδὲ Χαλυβώνιος οἶνος οὐδʼ Ὑρκανικοὶ ἰχθύες, ἀλλʼ ἑνὶ κόσμῳ κοσμήσαντα πάντας ἀνθρώπους μιᾶς ὑπηκόους ἡγεμονίας καὶ μιᾶς ἐθάδας διαίτης καταστῆσαι. τοῦτον ἐκ παιδὸς ἔμφυτον ἔχων ἔρωτα συντρεφόμενον καὶ συναυξανόμενον, ὡς ἀφίκοντο πρέσβεις παρὰ τοῦ Περσῶν βασιλέως πρὸς Φίλιππον, ὁ δʼ οὐκ ἔνδημος ἦν, φιλοφρονούμενος καὶ ξενίζων αὐτοὺς Ἀλέξανδρος οὐδὲν ἠρώτα παιδικόν, οἷον ἄλλοι, περὶ τῆς χρυσῆς ἀναδενδράδος ἢ τῶν κρεμαστῶν κήπων ἢ πῶς ὁ βασιλεὺς κεκόσμηται, ἀλλʼ ὅλος ἐν τοῖς κυριωτάτοις ἦν τῆς ἡγεμονίας, διαπυνθανόμενος πόση δύναμις ἡ Περσῶν, ποῦ τεταγμένος βασιλεὺς ἐν ταῖς μάχαις διαγωνίζεται, καθάπερ Ὀδυσσεὺς ἐκεῖνος ποῦ δὲ οἱ ἔντεα κεῖται ἀρήια, ποῦ δὲ οἱ ἵπποι· τίνες ὁδοὶ βραχύταται, τοῖς ἄνω πορευομένοις ἀπὸ θαλάττης· ὥστε τοὺς ξένους ἐκπεπλῆχθαι καὶ λέγειν ὡς ὁ παῖς οὗτος βασιλεὺς μέγας, ὁ δʼ ἡμέτερος πλούσιος. ἐπεὶ δὲ Φιλίππου τελευτήσαντας ὥρμητο διαβαλεῖν καὶ ταῖς ἐλπίσιν ἤδη καὶ ταῖς παρασκευαῖς ἐμπεφυκὼς ἔσπευδεν ἅψασθαι τῆς Ἀσίας, ἐνίστατο δʼ ἡ Τύχη καὶ ἀπέστρεφε καὶ ἀνθεῖλκεν ὀπίσω καὶ μυρίας περιέβαλλεν ἀσχολίας καὶ διατριβὰς ἐπιλαμβανομένη· πρῶτον αὐτῷ τὰ βαρβαρικὰ τῶν προσοίκων διετάραξεν, Ἰλλυρικοὺς καὶ Τριβαλλικοὺς μηχανωμένη πολέμους.οἷς μέχρι Σκυθίας τῆς παρʼ Ἴστρον ἀποσπασθεὶς ἀπὸ τῶν ἄνω πράξεων καὶ περιδραμὼν καὶ κατεργασάμενος πάντα κινδύνοις καὶ ἀγῶσι μεγάλοις, αὖθις ὥρμητο καὶ ἔσπευδε πρὸς τὴν διάβασιν πάλιν· ἡ δὲ πάλιν αὐτῷ τὰς Θήβας ἐνέσεισε καὶ πόλεμον Ἑλληνικὸν ἐμποδὼν κατέβαλε, καὶ δεινὴν πρὸς ἄνδρας ὁμοφύλους καὶ συγγενεῖς διὰ φόνου καὶ σιδήρου καὶ πυρὸς ἀνάγκην ἀμύνης, ἀτερπέστατον τέλος ἔχουσαν. ἐκ τούτου διέβαινεν, ὡς μὲν Φύλαρχός φησιν, ἡμερῶν τριάκοντʼ ἔχων ἐφόδιον, ὡς δʼ Ἀριστόβουλος, ἑβδομήκοντα τάλαντα· τῶν δʼ οἴκοι κτημάτων καὶ προσόδων βασιλικῶν διένειμε τὰς πλείστας τοῖς ἑταίροις, μόνος δὲ Περδίκκας οὐδὲν ἔλαβε διδόντος, ἀλλʼ ἠρώτησε σαυτῷ δὲ τί καταλείπεις Ἀλέξανδρε; τοῦ δʼ εἰπόντος ὅτι τὰς ἐλπίδας, οὐκοῦν ἔφη καὶ ἡμεῖς τούτων μεθέξομεν· οὐ γὰρ δίκαιον τὰ σὰ λαμβάνειν ἀλλὰ τὰ Δαρείου περιμένειν.τίνες οὖν ἦσαν αἱ ἐλπίδες, ἐφʼ αἷς διέβαινεν εἰς Ἀσίαν Ἀλέξανδρος; οὐ τείχεσι πόλεων μυριάνδρων ἐκμετρουμένη δύναμις οὐδὲ στόλοι διʼ ὀρῶν πλέοντες, οὐδὲ μάστιγες οὐδὲ πέδαι, μανικὰ καὶ βάρβαρα κολαστήρια θαλάσσης, ἀλλὰ τὰ μὲν ἐκτὸς ἐν ὀλίγοις ὅπλοις φιλοτιμία πολλὴ καὶ ζῆλος ἡλικίας παραλλήλου καὶ ἅμιλλα περὶ δόξης καὶ ἀρετῆς ἑταίρων· αὐτὸς δʼ εἶχεν ἐν ἑαυτῷ τὰς μεγάλας ἐλπίδας, εὐσέβειαν περὶ θεοὺς πίστιν πρὸς φίλους, εὐτέλειαν ἐγκράτειαν εὐποιίαν, ἀφοβίαν πρὸς θάνατον εὐψυχίαν, φιλανθρωπίαν ὁμιλίαν εὐάρμοστον, ἀψευδὲς ἦθος εὐστάθειαν ἐν βουλαῖς τάχος ἐν πράξεσιν, ἔρωτα δόξης προαίρεσιν ἐν τῷ καλῷ τελεσιουργόν. Ὅμηρος μὲν γὰρ οὐ πρεπόντως οὐδὲ πιθανῶς τὸ Ἀγαμέμνονος κάλλος ἐκ τριῶν συνήρμοσεν εἰκόνων ὁμοιώσας, ὄμματα καὶ κεφαλὴν ἴκελος Διὶ τερπικεραύνῳ, Ἄρεϊ δὲ ζώνην, στέρνον δὲ Ποσειδάωνι. τὴν δʼ Ἀλεξάνδρου φύσιν, εἴπερ ἐκ πολλῶν συνήρμοσε καὶ συνέθηκεν ἀρετῶν ὁ γεννήσας θεός, ἆρʼ οὐκ ἂν εἴποιμεν ἔχειν φρόνημα μὲν τὸ Κύρου, σωφροσύνην δὲ τὴν Ἀγησιλάου, σύνεσιν δὲ τὴν Θεμιστοκλέους, ἐμπειρίαν δὲ τὴν Φιλίππου, τόλμαν δὲ τὴν Βρασίδου, δεινότητα δὲ καὶ πολιτείαν τὴν Περικλέους; τῶν δʼ ἔτι παλαιοτέρων σωφρονέστερος μὲν Ἀγαμέμνονος· ὁ μὲν γὰρ προέκρινε τῆς γαμετῆς τὴν αἰχμάλωτον, ὁ δὲ καὶ πρὶν ἢ γῆμαι τῶν ἁλισκομένων ἀπείχετο. μεγαλοψυχότερος δʼ Ἀχιλλέως· ὁ μὲν γὰρ χρημάτων ὀλίγων τὸν Ἕκτορος νεκρὸν ἀπελύτρωσεν, ὁ δὲ πολλοῖς χρήμασι Δαρεῖον ἔθαψε· καὶ ὁ μὲν παρὰ τῶν φίλων δῶρα καὶ μισθὸν ἀντὶ τῆς ὀργῆς διαλλαγεὶς ἔλαβεν, ὁ δὲ τοὺς πολεμίους κρατῶν ἐπλούτιζεν. εὐσεβέστερος δὲ Διομήδους· ὁ μὲν γὰρ θεοῖς μάχεσθαι ἦν ἕτοιμος, ὁ δὲ πάντα διὰ τοὺς θεοὺς ἐνόμιζε κατορθοῦν. ποθεινότερος δὲ τοῖς προσήκουσιν Ὀδυσσέως· ἐκείνου μὲν γὰρ ἡ τεκοῦσα διὰ λύπην ἀπέθανε, τούτῳ δʼ ἡ τοῦ πολεμίου μήτηρ εὐνοίας συναπέθανε.τὸ δʼ ὅλον, εἰ μὲν καὶ Σόλων διὰ Τύχην ἐπολιτεύσατο καὶ Μιλτιάδης διὰ Τύχην ἐστρατήγησε καὶ Ἀριστείδης ἀπὸ Τύχης ἦν δίκαιος, οὐδὲν ἄρα τῆς Ἀρετῆς ἔργον ἐστίν, ἀλλʼ ὄνομα τοῦτο καὶ λόγος ἔχων δόξαν ἄλλως διέξεισι τοῦ βίου, πλαττόμενος ὑπὸ τῶν σοφιστῶν καὶ τῶν νομοθετῶν. εἰ δὲ τούτων καὶ τῶν ὁμοίων ἀνδρῶν ἕκαστος πένης μὲν ἢ πλούσιος ἢ ἀσθενὴς ἢ ἰσχυρὸς ἢ ἄμορφος ἢ καλὸς ἢ εὔγηρως ἢ ὠκύμορος διὰ τύχην γέγονε, μέγαν δὲ στρατηγὸν καὶ μέγαν νομοθέτην καὶ μέγαν ἐν ἀρχαῖς καὶ πολιτείαις ἕκαστος ἑαυτὸν ἀρετῇ καὶ λόγῳ παρέσχηκε, φέρε θεῶ τὸν Ἀλέξανδρον ἅπασι παραβάλλων. Σόλων χρεῶν ἀποκοπὴν ἐν Ἀθήναις ἐποίησε, σεισάχθειαν προσαγορεύσας· Ἀλέξανδρος δὲ τὰ χρέα τοῖς δανείσασιν ὑπὲρ τῶν ὀφειλόντων αὐτὸς ἐξέτισε. Περικλῆς φορολογήσας τοὺς Ἕλληνας ἐκ τῶν χρημάτων ἐκόσμησεν ἱεροῖς τὴν ἀκρόπολιν· Ἀλέξανδρος δὲ τὰ τῶν βαρβάρων χρήματα λαβὼν ἔπεμψεν εἰς τὴν Ἑλλάδα, ναοὺς τοῖς θεοῖς ἀπὸ μυρίων ταλάντων οἰκοδομῆσαι κελεύσας. Βρασίδαν ἐν τῇ Ἑλλάδι περιβόητον ἐποίησε τὸ πρὸς Μεθώνην διαδραμεῖν τὸ στρατόπεδον τῶν πολεμίων βαλλόμενον παρὰ τὴν θάλατταν· Ἀλεξάνδρου δʼ ἐν Ὀξυδράκαις τὸ δεινὸν ἐκεῖνο πήδημα καὶ ἄπιστον ἀκούουσι καὶ θεωμένοις φοβερόν, ἐκ τειχῶν ἀφέντος ἑαυτὸν εἰς τοὺς πολεμίους δόρασι καὶ βέλεσι καὶ ξίφεσι γυμνοῖς ἐκδεχομένους, τίνι ἄν τις εἰκάσειεν ἢ πυρὶ κεραυνίῳ ῥαγέντι καὶ φερομένῳ μετὰ πνεύματος, οἷον ἐπὶ γῆν κατέσκηψε φάσμα Φοίβου φλογοειδέσιν ὅπλοις περιλαμπόμενον; οἱ δὲ τὸ πρῶτον ἐκπλαγέντες ἅμα φρίκῃ διέτρεσαν καὶ ἀνεχώρησαν· εἶθʼ ὡς ἑώρων ἄνθρωπον ἕνα πολλοῖς ἐπιφερόμενον, ἀντέστησαν.