διέφυγεν ἡμᾶς, ὡς ἔοικε, χθὲς εἰπεῖν, ὅτι καὶ τέχνας πολλὰς καὶ φύσεις μεγάλας ὁ κατʼ Ἀλέξανδρον χρόνος ἐνεγκεῖν εὐτύχησεν ἢ τοῦτο μὲν οὐ τῆς Ἀλεξάνδρου τύχης γέγονεν ἀλλὰ τῆς ἐκείνων, μάρτυρα λαβεῖν καὶ θεατὴν τὸν ἄριστα κρῖναι τὸ κατορθούμενον καὶ μάλιστʼ ἀμείψασθαι δυνάμενον. λέγεται γοῦν, ὅτι χρόνοις ὕστερον, Ἀρχεστράτου γενομένου ποιητοῦ χαρίεντος ἐν δὲ πενίᾳ καὶ ἀδοξίᾳ διάγοντος, εἶπέ τις πρὸς αὐτόν ἀλλʼ εἰ κατʼ Ἀλέξανδρον ἐγένου, κατὰ στίχον ἄν σοι Κύπρον ἢ Φοινίκην ἔδωκεν. οἶμαι δὲ καὶ τῶν τότε τεχνιτῶν οὐ κατʼ Ἀλέξανδρον ἀλλὰ διʼ Ἀλέξανδρον τοὺς πρώτους γενέσθαι. καρπῶν μὲν γὰρ εὐφορίαν εὐκρασία ποιεῖ καὶ λεπτότης τοῦ περιέχοντος ἀέρος, τεχνῶν δὲ καὶ φύσεων ἀγαθῶν αὔξησιν εὐμένεια καὶ τιμὴ καὶ φιλανθρωπία βασιλέως ἐκκαλεῖται· καὶ τοὐναντίον ὑπὸ φθόνου καὶ σμικρολογίας ἢ φιλονεικίας τῶν κρατούντων σβέννυται καὶ φθίνει πᾶν τὸ τοιοῦτο. Διονύσιος γοῦν ὁ τύραννος, ὥς φασι, κιθαρῳδοῦ τινος εὐδοκιμοῦντος ἀκούων ἐπηγγείλατο δωρεὰν αὐτῷ τάλαντον· τῇ δʼ ὑστεραίᾳ τοῦ ἀνθρώπου τὴν ὑπόσχεσιν ἀπαιτοῦντος, χθές εἶπεν εὐφραινόμενος ὑπὸ σοῦ παρʼ ὃν ᾖδες χρόνον εὔφρανα κἀγώ σε ταῖς ἐλπίσιν· ὥστε τὸν μισθὸν ὧν ἔτερπες ἀπελάμβανες εὐθὺς ἀντιτερπόμενος. Ἀλέξανδρος δʼ ὁ Φεραίων τύραννος ἔδει δὲ τοῦτο μόνον αὐτὸν καλεῖσθαι καὶ μὴ καταισχύνειν τὴν ἐπωνυμίαν, θεώμενος τραγῳδὸν ἐμπαθέστερον ὑφʼ ἡδονῆς διετέθη πρὸς τὸν οἶκτον. ἀναπηδήσας οὖν ἐκ τοῦ θεάτρου θᾶττον ἢ βάδην ἀπῄει, δεινὸν εἶναι λέγων, εἰ τοσούτους ἀποσφάττων πολίτας ὀφθήσεται τοῖς Ἑκάβης καὶ Πολυξένης πάθεσιν ἐπιδακρύων. οὗτος μὲν οὖν μικροῦ καὶ δίκην ἐπράξατο τὸν τραγῳδόν, ὅτι τὴν ψυχὴν αὐτοῦ καθάπερ σίδηρον ἐμάλαξεν. Ἀρχελάῳ δὲ δοκοῦντι γλισχροτέρῳ περὶ τὰς δωρεὰς εἶναι Τιμόθεος ᾄδων ἐνεσήμαινε πολλάκις τουτὶ τὸ κομμάτιον σὺ δὲ τὸν γηγενέταν ἄργυρον αἰνεῖς.ὁ δʼ Ἀρχέλαος οὐκ ἀμούσως ἀντεφώνησε σὺ δὲ γʼ αἰτεῖς ὁ δὲ τῶν Σκυθῶν βασιλεὺς Ἀτέας Ἰσμηνίαν τὸν αὐλητὴν λαβὼν αἰχμάλωτον, ἐκέλευσε παρὰ πότον αὐλῆσαι. θαυμαζόντων δὲ τῶν ἄλλων καὶ κροτούντων, αὐτὸς ὤμοσεν ἀκροᾶσθαι τοῦ ἵππου χρεμετίζοντος ἥδιον. οὕτω μακρὰν ἀπεσκηνώκει τὰ ὦτα τῶν Μουσῶν, καὶ τὴν ψυχὴν ἐν ταῖς φάτναις εἶχεν, οὐχ ἵππων ἀλλʼ ὄνων ἐπιτηδειοτέραν ἀκούειν. τίς ἂν οὖν παρὰ τοιούτοις βασιλεῦσιν αὔξησις ἢ τιμὴ τέχνης γένοιτο καὶ Μούσης τοιαύτης; ἀλλʼ οὐδὲ παρὰ τοῖς ἀντιτέχνοις ἐθέλουσιν εἶναι, καὶ διὰ τοῦτο βασκανίᾳ καὶ δυσμενείᾳ τοὺς ἀληθῶς τεχνίτας καθαιροῦσιν. οἷος ἦν πάλιν οὖ Διονύσιος ὁ τὸν ποιητὴν Φιλόξενον εἰς τὰς λατομίας ἐμβαλών, ὅτι τραγῳδίαν αὐτοῦ διορθῶσαι κελευσθείς, εὐθὺς ἀπὸ τῆς ἀρχῆς ὅλην μέχρι τῆς κορωνίδος περιέγραψεν. ἦν δὲ καὶ Φίλιππος ἐν τούτοις ὑπʼ ὀψιμαθίας ἑαυτοῦ μικρότερος καὶ νεοπρεπέστερος ὅθεν καί φασι πρός τινα ψάλτην περὶ κρουμάτων αὐτοῦ διαφερομένου καὶ δοκοῦντος ἐξελέγχειν, ἀτρέμα μειδιάσαντα τὸν ἄνθρωπον εἰπεῖν μὴ γένοιτό σοι, βασιλεῦ, ἀθλίως οὕτως, ἵνα ταῦτʼ ἐμοῦ βέλτιον εἰδῇς.ἀλλʼ Ἀλέξανδρος εἰδὼς τίνων δεῖ θεατὴν εἶναι καὶ ἀκροατὴν καὶ τίνων ἀγωνιστὴν καὶ αὐτουργόν, ἤσκει μὲν ἀεὶ διὰ τῶν ὅπλων δεινὸς εἶναι καὶ κατὰ τὸν Αἰσχύλον βριθὺς ὁπλιτοπάλας, δάιος ἀντιπάλοις. ταύτην ἔχων τέχνην προγονικὴν ἀπʼ Αἰακιδῶν, ἀφʼ Ἡρακλέους, ταῖς δʼ ἄλλαις τέχναις τὸ τιμᾶν ἄνευ τοῦ ζηλοῦν ἀπεδίδου κατὰ τὸ ἔνδοξον αὐτῶν καὶ χαρίεν, τῷ τέρπειν δʼ οὐκ ἦν εὐάλωτος εἰς τὸ μιμεῖσθαι. γεγόνασι δὲ κατʼ αὐτὸν τραγῳδοὶ μὲν οἱ περὶ Θετταλὸν καὶ ὁ Ἀθηνόδωρος, ὧν ἀνταγωνιζομένων ἀλλήλοις, ἐχορήγουν μὲν οἱ Κύπριοι βασιλεῖς ἔκρινον. δʼ οἱ δοκιμώτατοι τῶν στρατηγῶν, ἐπεὶ δʼ ἐνίκησεν Ἀθηνόδωρος, ἐβουλόμην ἄν ἔφη μᾶλλον ἀπολωλέναι μέρος τῆς βασιλείας ἢ Θετταλὸν ἐπιδεῖν ἡττημένον . ἀλλʼ οὔτʼ ἐνέτυχε τοῖς κριταῖς οὔτε τὴν κρίσιν ἐμέμψατο, πάντων οἰόμενος δεῖν περιεῖναι, τοῦ δικαίου δʼ ἡττᾶσθαι. κωμῳδοὶ δʼ ἦσαν οἱ περὶ Λύκωνα τὸν Σκαρφέα· τούτῳ δʼ εἴς τινα κωμῳδίαν ἐμβαλόντι στίχον αἰτητικὸν γελάσας ἔδωκε δέκα τάλαντα. κιθαρῳδοὶ δʼ ἄλλοι τε καὶ Ἀριστόνικος, ὃς ἐν μάχῃ τινὶ προσβοηθήσας ἔπεσε λαμπρῶς ἀγωνισάμενος. ἐκέλευσεν οὖν αὐτοῦ γενέσθαι καὶ σταθῆναι χαλκοῦν ἀνδριάντα Πυθοῖ, κιθάραν ἔχοντα καὶ δόρυ προβεβλημένον, οὐ τὸν ἄνδρα τιμῶν μόνον, ἀλλὰ καὶ μουσικὴν κοσμῶν ὡς ἀνδροποιὸν καὶ μάλιστα δὴ πληροῦσαν ἐνθουσιασμοῦ καὶ ὁρμῆς τοὺς γνησίως ἐντρεφομένους. καὶ γὰρ αὐτός, Ἀντιγενίδου ποτὲ τὸν ἁρμάτειον αὐλοῦντος νόμον, οὕτω παρέστη καὶ διεφλέχθη τὸν θυμὸν ὑπὸ τῶν μελῶν, ὥστε τοῖς ὅπλοις ᾄξας ἐπιβαλεῖν τὰς χεῖρας ἐγγὺς παρακειμένοις καὶ μαρτυρῆσαι τοῖς Σπαρτιάταις ᾄδουσιν ἕρπει γὰρ ἄντα τῶ σιδάρω τὸ καλῶς κιθαρίσδειν. ἦν δὲ καὶ Ἀπελλῆς ὁ ζωγράφος καὶ Λύσιππος ὁ πλάστης κατʼ Ἀλέξανδρον· ὧν ὁ μὲν ἔγραψε τὸν κεραυνοφόρον οὕτως ἐναργῶς καὶ κεκραμένως, ὥστε λέγειν, ὅτι δυεῖν Ἀλεξάνδρων ὁ μὲν Φιλίππου γέγονεν ἀνίκητος, ὁ δʼ Ἀπελλοῦ ἀμίμητος.