πρὸς τοῦτον ἀποβλέπων τὸν κόσμον Ἀλέξανδρος οὐ τὴν ἐσθῆτα προσήκατο τὴν Μηδικήν, ἀλλὰ τὴν Περσικὴν πολλῷ τῆς Μηδικῆς εὐτελεστέραν οὖσαν. τὰ γὰρ ἔξαλλα καὶ τραγικὰ τοῦ βαρβαρικοῦ κόσμου παραιτησάμενος, οἷον τιάραν καὶ κάνδυν καὶ ἀναξυρίδας, ἐκ τοῦ Περσικοῦ καὶ Μακεδονικοῦ τρόπου μεμιγμένην τινὰ στολὴν ἐφόρει, καθάπερ Ἐρατοσθένης ἱστόρηκεν, ὡς μὲν φιλόσοφος τοῖς ἀδιαφόροις χρώμενος, ὡς δʼ ἡγεμὼν κοινὸς καὶ βασιλεὺς φιλάνθρωπος τῇ περὶ τὴν ἐσθῆτα τιμῇ τὴν τῶν κεκρατημένων ἀνακτώμενος εὔνοιαν, ἵνα βεβαίως παραμένωσιν ἀγαπῶντες ὡς ἄρχοντας Μακεδόνας, μὴ μισοῦντες ὡς πολεμίους. τοὐναντίον γὰρ ἦν ἀσόφου καὶ τετυφωμένης ψυχῆς τὴν μὲν αὐτόχρουν χλαμύδα θαυμάζειν, τὸν δὲ περιπόρφυρον χιτῶνα δυσχεραίνειν· ἢ πάλιν ἐκεῖνα μὲν ἀτιμάζειν, τούτοις δʼ ἐκπεπλῆχθαι, δίκην νηπίου παιδὸς φυλάττοντα τὴν περιβολήν, ἣν ἡ πάτριος αὐτῷ συνήθεια καθάπερ τίτθη περιέθηκε. ζῷα θηρεύοντες ἄνθρωποι δορὰς ἐλάφων περιτίθενται, καὶ πτερωτοῖς ἀμπέχονται χιτωνίσκοις ἄγραις ἐπιχειροῦντες ὀρνίθων, καὶ φυλάττονται ταύροις ὀφθῆναι φοινικίδας ἔχοντες, ἐλέφασι δὲ λευκοὺς χιτῶνας· ἐρεθίζεται γὰρ ὑπὸ τῶν χρωμάτων τὰ ζῷα τούτων καὶ διαθηριοῦται. εἰ δὲ βασιλεὺς μέγας ἔθνη δυσκάθεκτα καὶ μαχόμενα καθάπερ ζῷα τιθασεύων καὶ μειλισσόμενος ἐσθῆσιν οἰκείαις καὶ συνήθεσιν ἐξεπράυνε διαίταις καὶ κατέστελλεν, οἰκειούμενος αὐτῶν τὸ δύσθυμον καὶ παρηγορῶν τὸ σκυθρωπόν, ἐγκαλοῦσιν, οὐχὶ θαυμάζουσι τὴν σοφίαν, ὅτι τῷ τυχόντι μετασχηματισμῷ τὴν Ἀσίαν ἐδημαγώγησε, τοῖς μὲν ὅπλοις τῶν σωμάτων ἐπικρατήσας, τῇ δʼ ἐσθῆτι τὰς ψυχὰς προσαγαγόμενος; καίτοι γʼ Ἀρίστιππον θαυμάζουσι τὸν Σωκρατικόν, ὅτι καὶ τρίβωνι λιτῷ καὶ Μιλησίᾳ χλανίδι χρώμενος διʼ ἀμφοτέρων ἐτήρει τὸ εὔσχημον· Ἀλεξάνδρῳ δʼ ἐγκαλοῦσιν, ὅτι τὴν πάτριον ἐσθῆτα κοσμῶν οὐδὲ τὴν δορίκτητον ὑπερεῖδε, μεγάλων πραγμάτων καταβαλλόμενος ἀρχάς.οὐ γὰρ λῃστρικῶς τὴν Ἀσίαν καταδραμὼν οὐδʼ ὥσπερ ἅρπαγμα καὶ λάφυρον εὐτυχίας ἀνελπίστου σπαράξαι καὶ ἀνασύρασθαι διανοηθείς, καθάπερ ὕστερον μὲν Ἀννίβας Ἰταλίαν, πρότερον δὲ Τρῆρες Ἰωνίαν καὶ Σκύθαι Μηδίαν ἐπῆλθον· ἀλλʼ ἑνὸς ὑπήκοα λόγου τὰ ἐπὶ γῆς καὶ μιᾶς πολιτείας, ἕνα δῆμον ἀνθρώπους ἅπαντας ἀποφῆναι βουλόμενος, οὕτως ἑαυτὸν ἐσχημάτιζεν· εἰ δὲ μὴ ταχέως ὁ δεῦρο καταπέμψας τὴν Ἀλεξάνδρου ψυχὴν ἀνεκαλέσατο δαίμων, εἷς ἂν νόμος ἅπαντας ἀνθρώπους ἐπέβλεπε καὶ πρὸς ἓν δίκαιον ὡς πρὸς κοινὸν διῳκοῦντο φῶς. νῦν δὲ τῆς γῆς ἀνήλιον μέρος ἔμεινεν, ὅσον Ἀλέξανδρον οὐκ εἶδεν.οὐκοῦν πρώτη μὲν ἡ τῆς στρατείας ὑπόθεσις φιλόσοφον τὸν ἄνδρα συνίστησιν, οὐχ ἑαυτῷ τρυφὴν καὶ πολυτέλειαν ἀλλὰ πᾶσιν ἀνθρώποις ὁμόνοιαν καὶ εἰρήνην καὶ κοινωνίαν πρὸς ἀλλήλους παρασκευάσαι διανοηθέντα. δεύτερον δʼ αὐτοῦ καὶ τὰς φωνὰς ἴδωμεν, ἐπεὶ καὶ τὰ τῶν ἄλλων ἤθη βασιλέων καὶ δυναστῶν μάλιστα ταῖς φωναῖς αἱ ψυχαὶ προβάλλουσιν. Ἀντίγονος ὁ γέρων, σοφιστοῦ τινος αὐτῷ σύγγραμμα προσδόντος περὶ δικαιοσύνης, ἀβέλτερος εἶ εἶπεν ὃς ὁρῶν με τὰς ἀλλοτρίας πόλεις τύπτοντα λέγεις περὶ δικαιοσύνης. Διονύσιος δʼ ὁ τύραννος ἐκέλευε τοὺς μὲν παῖδας ἀστραγάλοις τοὺς δʼ ἄνδρας ὅρκοις ἐξαπατᾶν. τοῖς δὲ Σαρδαναπάλου μνημείοις ἐπιγέγραπται ταῦτʼ ἔχω ὅσσʼ ἔφαγον καὶ ἐφύβρισα. τίς οὐκ ἂν εἴποι τῶν ἀποφθεγμάτων τούτων τῷ μὲν ἀποφαίνεσθαι φιληδονίαν, τῷ δʼ ἀθεότητα, τῷ δʼ ἀδικίαν καὶ πλεονεξίαν; τῶν δʼ Ἀλεξάνδρου φωνῶν ἂν ἀφέλῃς τὸ διάδημα καὶ τὸν Ἄμμωνα καὶ τὴν εὐγένειαν, Σωκράτους ἢ Πλάτωνος ἢ Πυθαγόρου σοι φανοῦνται. μὴ γὰρ ἃς οἱ ποιηταὶ ταῖς εἰκόσιν αὐτοῦ καὶ τοῖς ἀνδριᾶσι μεγαληγορίας ἐπεχάραττον, οὐ τῆς μετριότητος ἀλλὰ τῆς δυνάμεως τῆς Ἀλεξάνδρου στοχαζόμενοι, σκοπῶμεν· αὐδασοῦντι δʼ ἔοικεν ὁ χάλκεος εἰς Δία λεύσσων, γᾶν ὑπʼ ἐμοὶ τίθεμαι· Ζεῦ, σὺ δʼ Ὄλυμπον ἔχε. καὶ Ἀλέξανδρος ἐγὼ Διὸς μὲν υἱός ταῦτα μὲν οὖν, ὡς ἔφην, οἱ ποιηταὶ κολακεύοντες αὐτοῦ τὴν τύχην προσεῖπον· τῶν δʼ ἀληθινῶν ἀποφθεγμάτων Ἀλεξάνδρου πρῶτον ἄν τις τὰ παιδικὰ διέλθοι· ποδωκέστατος γὰρ τῶν ἐφʼ ἡλικίας νέων γενόμενος καὶ τῶν ἑταίρων αὐτὸν ἐπʼ Ὀλύμπια παρορμώντων, ἠρώτησεν, εἰ βασιλεῖς ἀγωνίζονται· τῶν δʼ οὐ φαμένων, ἄδικον εἶπεν εἶναι τὴν ἅμιλλαν, ἐν ᾗ νικήσει μὲν ἰδιώτας νικηθήσεται δὲ βασιλεύς. τοῦ δὲ πατρὸς Φιλίππου λόγχῃ τὸν μηρὸν ἐν Τριβαλλοῖς διαπαρέντος, καὶ τὸν μὲν κίνδυνον διαφυγόντος ἀχθομένου δὲ τῇ χωλότητι, θάρρει πάτερ ἔφη καὶ πρόιθι φαιδρῶς, ἵνα τῆς ἀρετῆς κατὰ βῆμα μνημονεύῃς.ταῦτʼ οὐκ ἔστι διανοίας φιλοσόφου καὶ διὰ τὸν ἐπὶ τοῖς καλοῖς ἐνθουσιασμὸν ἤδη τῶν τοῦ σώματος ἐλαττωμάτων κατεξανισταμένης; πῶς γὰρ αὐτὸν οἴει τοῖς ἰδίοις ἀγάλλεσθαι τραύμασι, καθʼ ἕκαστον μέρος ἔθνους μνημονεύοντα καὶ νίκης καὶ πόλεων ἁλισκομένων καὶ βασιλέων παραδιδόντων, οὐκ ἐγκαλυπτόμενον οὐδὲ κατακρύπτοντα τὰς οὐλάς, ἀλλʼ ὥσπερ εἰκόνας ἐγκεχαραγμένας ἀρετῆς καὶ ἀνδραγαθίας περιφέροντα;