οὗτος ὁ τῆς Τύχης λόγος ἐστίν, ἴδιον καὶ μόνης αὑτῆς ἔργον ἀποφαινομένης Ἀλέξανδρον. δεῖ δʼ ἀντειπεῖν ὑπὲρ φιλοσοφίας, μᾶλλον δʼ ὑπὲρ Ἀλεξάνδρου δυσχεραίνοντος καὶ ἀγανακτοῦντος, εἰ προῖκα δόξει καὶ παρὰ τῆς Τύχης λαβεῖν τὴν ἡγεμονίαν, ἣν ὤνιον αἵματος πολλοῦ καὶ τραυμάτων ἐπαλλήλων κτώμενος πολλὰς μὲν ἀύπνους νύκτας ἴαυεν, ἤματα δʼ αἱματόεντα διέπρησσεν πολεμίζων πρὸς ἀμάχους δυνάμεις καὶ ἄπειρα φῦλα καὶ ποταμοὺς ἀπεράτους καὶ πέτρας ἀτοξεύτους, εὐβουλίᾳ καὶ καρτερίᾳ καὶ ἀνδρείᾳ καὶ σωφροσύνῃ παραταττόμενος.οἶμαι δʼ ἂν αὐτὸν εἰπεῖν πρὸς τὴν Τύχην τοῖς κατορθώμασιν αὑτὴν ἐπιγράφουσαν μή μου διάβαλλε τὴν ἀρετὴν μηδʼ ἀφαιροῦ περισπῶσα τὴν δόξαν. Δαρεῖος ἦν σὸν ἔργον, ὃν ἐκ δούλου καὶ ἀστάνδου βασιλέως κύριον Περσῶν ἐποίησας· καὶ Σαρδανάπαλος, ᾧ τὸ διάδημα τῆς βασιλείας πορφύραν ξαίνοντι περιέθηκας. ἐγὼ δʼ εἰς Σοῦσα νικῶν διʼ Ἀρβήλων ἀναβέβηκα, καὶ Κιλικία μοι πλατεῖαν ἀνέῳξεν Αἴγυπτον, Κιλικίαν δὲ Γράνικος, ὃν Μιθριδάτῃ καὶ Σπιθριδάτῃ νεκροῖς ἐπιβὰς διεπέρασα. κόσμει σεαυτὴν καὶ σεμνύνου βασιλεῦσιν ἀτρώτοις καὶ ἀναιμάκτοις· ἐκεῖνοι γὰρ εὐτυχεῖς ἦσαν, Ὦχοι καὶ Ἀρτοξέρξαι, οὓς εὐθὺς ἐκ γενετῆς τῷ Κύρου θρόνῳ ἐνίδρυσας. τοὐμὸν δὲ σῶμα πολλὰ σύμβολα φέρει Τύχης ἀνταγωνιζομένης οὐ συμμαχούσης. πρῶτον ἐν Ἰλλυριοῖς λίθῳ τὴν κεφαλὴν ὑπέρῳ δὲ τὸν τράχηλον ἠλοήθην· ἔπειτα περὶ Γράνικον τὴν κεφαλὴν βαρβαρικῇ μαχαίρᾳ διεκόπην, ἐν δʼ Ἰσσῷ ξίφει τὸν μηρόν· πρὸς δὲ Γάζῃ τὸ μὲν σφυρὸν ἐτοξεύθην, τὸν δʼ ὦμον ἐκπεσὼν βαρὺς ἐξ ἕδρας περιεδίνησα· πρὸς δὲ Μαρακανδάνοις τοξεύμασι τὸ τῆς κνήμης ὀστέον διεσχίσθην· τὰ λοιπὰ δʼ Ἰνδῶν πληγαὶ καὶ βίαι θυμῶν· ἐν Ἀσπασίοις ἐτοξεύθην τὸν ὦμον, ἐν δὲ Γανδρίδαις τὸ σκέλος· ἐν δὲ Μαλλοῖς βέλει μὲν ἀπὸ τόξου τὸ στέρνον ἐνερεισθέντι καὶ καταδύσαντι τὸν σίδηρον, ὑπέρου δὲ πληγῇ παρὰ τὸν τράχηλον, ὅτε προστεθεῖσαι τοῖς τείχεσιν αἱ κλίμακες ἐκλάσθησαν· ἐμὲ δʼ ἡ Τύχη μόνον συνεῖρξεν οὐδὲ λαμπροῖς ἀνταγωνισταῖς , ἀλλὰ βαρβάροις ἀσήμοις χαριζομένη τηλικοῦτον ἔργον· εἰ δὲ μὴ Πτολεμαῖος ὑπερέσχε τὴν πέλτην, Λιμναῖος δὲ πρὸ ἐμοῦ μυρίοις ἀπαντήσας βέλεσιν ἔπεσεν, ἤρειψαν δὲ θυμῷ καὶ βίᾳ Μακεδόνες τὸ τεῖχος, ἔδει τάφον Ἀλεξάνδρου τὴν βάρβαρον ἐκείνην καὶ ἀνώνυμον κώμην γενέσθαι.καὶ μὴν τὰ μὲν αὐτῆς τῆς στρατείας χειμῶνες, αὐχμοί, βάθη ποταμῶν, ἄορνα ὕψη, θηρίων ὑπερφυεῖς ὄψεις, ἄγριοι δίαιται, μεταβολαὶ δυναστῶν, παλιμπροδοσίαι· τὰ δὲ πρὸ τῆς στρατείας, ἔτι τοῖς Φιλιππικοῖς πολέμοις ἐπέσπαιρεν ἡ Ἑλλάς, ἀπεσείοντο δʼ αἱ Θῆβαι τῶν ὅπλων τὴν Χαιρωνικὴν κόνιν ἐκ τοῦ πτώματος ἀνιστάμεναι, καὶ συνῆπτον αἱ Ἀθῆναι τὰς χεῖρας ὀρέγουσαι· πᾶσα δʼ ὕπουλος ἡ Μακεδονία πρὸς Ἀμύνταν ἀποβλέπουσα καὶ τοὺς Ἀερόπου παῖδας· ἀνερρήγνυντο δʼ Ἰλλυριοί, καὶ τὰ Σκυθῶν ἐπῃωρεῖτο τοῖς προσοίκοις νεωτερίζουσι· τὸ δὲ Περσικὸν χρυσίον διὰ τῶν ἑκασταχοῦ δημαγωγῶν ῥέον ἐκίνει τὴν Πελοπόννησον κενοὶ δʼ οἱ Φιλίππου θησαυροὶ χρημάτων, καὶ προσῆν ἔτι δάνειον, ὡς Ὀνησίκριτος ἱστορεῖ, διακοσίων ταλάντων. ἐν τοσαύτῃ πενίᾳ καὶ πράγμασι ταραχὰς ἔχουσι μειράκιον ἄρτι τὴν παιδικὴν παραλλάττον ἡλικίαν ἐθάρρησεν ἐλπίσαι Βαβυλῶνα καὶ Σοῦσα, μᾶλλον δὲ τὴν πάντων ἀνθρώπων ἀρχὴν εἰς νοῦν ἐμβαλέσθαι, τοῖς τρισμυρίοις, οἴεσθαι, πεζοῖς καὶ τετρακισχιλίοις ἱππεῦσι πιστεύσας· τοσοῦτοι γὰρ ἦσαν, ὡς Ἀριστόβουλός φησιν· ὡς δὲ Πτολεμαῖος ὁ βασιλεύς, τρισμύριοι πεζοὶ πεντακισχίλιοι δʼ ἱππεῖς· ὡς δʼ Ἀναξιμένης, τετρακισμύριοι πεζοὶ καὶ τρισχίλιοι, πεντακισχίλιοι δὲ καὶ πεντακόσιοι ἱππεῖς. τὸ δὲ λαμπρὸν αὐτῷ καὶ μέγα παρασκευασθὲν ὑπὸ τῆς Τύχης ἐφόδιον ἑβδομήκοντα τάλαντʼ ἦν, ὥς φησιν Ἀριστόβουλος· ὡς δὲ Δοῦρις, τριάκοντα μόνον ἡμερῶν ἐπισιτισμός.ἄβουλος οὖν καὶ προπετὴς Ἀλέξανδρος ἐξ εὐτελῶν οὕτως ἐπὶ τὴν τηλικαύτην δύναμιν ὁρμώμενος; οὐ μὲν οὖν. τίς γὰρ ἀπὸ μειζόνων ἢ καλλιόνων ἀφορμῶν ἀνήγετο, μεγαλοψυχίας, συνέσεως, σωφροσύνης, ἀνδραγαθίας, αἷς αὐτὸν ἐφωδίαζε φιλοσοφία πρὸς τὴν στρατείαν, καὶ πλείονας παρʼ Ἀριστοτέλους τοῦ καθηγητοῦ ἢ παρὰ Φιλίππου τοῦ πατρὸς ἀφορμὰς ἔχων διέβαινεν ἐπὶ Πέρσας; ἀλλὰ τοῖς μὲν γράφουσιν, ὡς Ἀλέξανδρος ἔφη ποτὲ τὴν Ἰλιάδα καὶ τὴν Ὀδύσσειαν ἀκολουθεῖν αὐτῷ τῆς στρατείας ἐφόδιον, πιστεύομεν, Ὅμηρον σεμνύνοντες· ἂν δέ τις φῇ τὴν Ἰλιάδα καὶ τὴν Ὀδύσσειαν παραμύθια πόνου καὶ διατριβὰς ἕπεσθαι σχολῆς γλυκείας, ἐφόδιον δʼ ἀληθῶς γεγονέναι τὸν ἐκ φιλοσοφίας λόγον καὶ τοὺς περὶ ἀφοβίας καὶ ἀνδρείας ἔτι δὲ σωφροσύνης καὶ μεγαλοψυχίας ὑπομνηματισμούς, καταφρονοῦμεν· ὅτι δηλαδὴ περὶ συλλογισμῶν οὐδὲν οὐδὲ περὶ ἀξιωμάτων ἔγραψεν, οὐδʼ ἐν Λυκείῳ περίπατον συνέσχεν οὐδʼ ἐν Ἀκαδημείᾳ θέσεις εἶπεν· τούτοις γὰρ ὁρίζουσι φιλοσοφίαν οἱ λόγον αὐτὴν οὐκ ἔργον νομίζοντες. καίτοι γʼ οὐδὲ Πυθαγόρας ἔγραψεν οὐδὲν οὐδὲ Σωκράτης οὐδʼ Ἀρκεσίλαος οὐδὲ Καρνεάδης, οἱ δοκιμώτατοι τῶν φιλοσόφων· καὶ οὐκ ἠσχολοῦντο περὶ πολέμους ἐκεῖνοι τηλικούτους, οὐδὲ βασιλεῖς βαρβάρους ἡμεροῦντες οὐδὲ πόλεις Ἑλληνίδας ἐγκτίζοντες ἀγρίοις ἔθνεσιν οὐδʼ ἄθεσμα καὶ ἀνήκοα φῦλα νόμους διδάσκοντες καὶ εἰρήνην ἐπῄεσαν, ἀλλὰ καὶ σχολάζοντες τὸ γράφειν παρίεσαν τοῖς σοφισταῖς. πόθεν οὖν ἐπιστεύθησαν ἐκεῖνοι φιλοσοφεῖν; ἀφʼ ὧν εἶπον ἢ ἀφʼ ὧν ἐβίωσαν ἢ ἀφʼ ὧν ἐδίδαξαν. ἀπὸ τούτων κρινέσθω καὶ Ἀλέξανδρος· ὀφθήσεται γὰρ οἷς εἶπεν οἷς ἔπραξεν οἷς ἐπαίδευσε φιλόσοφος.