Πυραίχμης βασιλεὺς Εὐβοέων ἐπολέμει Βοιωτοῖς. ὃν Ἡρακλῆς ἔτι νέος ὢν ἐνίκησε· πώλοις δὲ προσδήσας καὶ εἰς δύο μέρη διελὼν τὸν Πυραίχμην, ἄταφον ἔρριψεν. ὁ δὲ τόπος προσαγορεύεται πῶλοι Πυραίχμου, κεῖται δὲ παρὰ ποταμὸν Ἡράκλειον, χρεμετισμὸν δʼ ἀναδίδωσι πινόντων ἵππων· ὡς ἐν τρίτῳ περὶ ποταμῶν. Τοῦλλος Ὁστίλιος βασιλεὺς Ῥωμαίων ἐπολέμησεν Ἀλβανοῖς, βασιλέως ὄντος Μετίου Φουφετίου, καὶ τὴν μάχην πολλάκις ὑπερέθετο. οἱ δέ, ἡττωμένου, εἰς εὐωχίαν ἐτράπησαν· οἰνωμένοις δʼ ἐπέθετο, καὶ τὸν βασιλέα δύο πώλοις συζεύξας διεσπάραξεν· ὡς Ἀλέξαρχος ἐν τετάρτῃ Ἰταλικῶν.