Φώκου ὄντος ἐκ Ψαμάθης Αἰακῷ καὶ στεργομένου, Τελαμὼν ἦγεν ἐπὶ θήραν· καὶ συὸς ἐπιφανέντος κατὰ τοῦ μισουμένου ἐπαφῆκε τὸ δόρυ καὶ ἐφόνευσεν. ὁ δὲ πατὴρ ἐφυγάδευσεν· ὡς Δωρόθεος ἐν πρώτῳ Μεταμορφώσεων. Γάϊος Μάξιμος ἔχων υἱοὺς Σιμίλιον καὶ Ῥῆσον· τοῦτον ἐγέννησεν ἐξ Ἀμερίας Κόνων ὁ Ῥῆσος· οὗτος ἐν κυνηγεσίῳ ἀπέκτεινε τὸν ἀδελφὸν καὶ ὑποστρέψας τὸ σύμπτωμα τύχης εἶπεν οὐ κρίσεως γεγονέναι. ὁ δὲ γνοὺς τἀληθὲς ἐφυγάδευσεν· ὡς Ἀριστοκλῆς ἐν τρίτῳ Ἰταλικῶν.