Θρᾷκες Ἀθηναίοις πολεμοῦντες χρησμὸν ἔλαβον, ὡς, ἐὰν Κόδρου φείσωνται, νικῆσαι· ὁ δὲ δρέπανον λαβὼν ἧκεν εἰς τοὺς ἐναντίους ἐν εὐτελοῦς σχήματι, καὶ ἕνα φονεύσας ὑπὸ θατέρου ἀνῃρέθη. οὕτω τʼ ἐνίκησαν οἱ Ἀθηναῖοι· ὡς Σωκράτης ἐν δευτέρῳ Θρᾳκικῶν. Πούπλιος Δέκιος πρὸς Ἀλβανοὺς πολεμῶν ὄναρ εἶδεν, ἐὰν ἀποθάνῃ, Ῥώμην προσποιήσειν Ῥωμαίοις. ἐλθὼν εἰς μέσους καὶ πολλοὺς φονεύσας ἀνῃρέθη. ὁμοίως δὲ καὶ ὁ υἱὸς αὐτοῦ Δέκιος ἐν τῷ πρὸς Γάλλους πολέμῳ τοὺς Ῥωμαίους διέσῳσεν· ὡς Ἀριστείδης Μιλήσιος