Ποινῶν καὶ Σικελιωτῶν τὴν κατὰ Ῥωμαίων συμμαχίαν ἑτοιμαζόντων, Μέτελλος στρατηγὸς μόνῃ τῇ Ἑστίᾳ οὐκ ἔθυσεν· ἡ δὲ πνεῦμα ἀντέπνευσε ταῖς ναυσί. Γάιος δὲ Ἰούλιος μάντις εἶπε λωφῆσαι, ἐὰν προθύσῃ τὴν θυγατέρα. ὁ δʼ ἀναγκασθεὶς Μεταλίαν τὴν θυγατέρα προσῆγεν· ἡ δὲ Ἑστία ἐλεήσασα δάμαλιν ὑπέβαλε καὶ αὐτὴν ἐκόμισεν εἰς Λαμούσιον, καὶ ἱέρειαν τοῦ σεβομένου παρʼ αὐτοῖς δράκοντος ἀπέδειξεν ὡς Πυθοκλῆς ἐν τρίτῃ Ἰταλικῶν. ἐν Αὐλίδι τῆς Βοιωτίας τὰ περὶ Ἰφιγένειαν ὁμοίως ἱστορεῖ Μένυλλος ἐν πρώτῳ Βοιωτιακῶν.