τίς ἡ αἰτία, διʼ ἣν Ἠλεῖοι τὰς ἐνόδας ἵππους ἐκτὸς ὅρων ἀπάγοντες βιβάζουσιν; ἦ ὅτι πάντων τῶν βασιλέων φιλιππότατος ὢν ὁ Οἰνόμαος καὶ μάλιστα τὸ ζῷον ἀγαπήσας τοῦτʼ ἐπηράσατο πολλὰ καὶ δεινὰ κατὰ τῶν ἵππους ὀχευόντων ἐν Ἤλιδι, καὶ φοβούμενοι τὴν κατάραν ἐκείνην ἀφοσιοῦνται;