διὰ τί παρὰ τοῖς Ἠλείοις παροιμιῶδές ἐστι τὸ δεινότερα Σαμβίκου παθεῖν; λέγεταί τινα Σάμβικον Ἠλεῖον ἔχοντα πολλοὺς ὑφʼ ἑαυτῷ συνεργοὺς πολλὰ περικόψαι τῶν ἐν Ὀλυμπίᾳ χαλκῶν ἀναθημάτων καὶ ἀποδόσθαι, τέλος δὲ συλῆσαι τὸ τῆς ἐπισκόπου Ἀρτέμιδος ἱερόν· τοῦτο δʼ ἐστὶ μὲν ἐν Ἤλιδι, καλεῖται δʼ Ἀριστάρχειον· εὐθὺς οὖν μετὰ ταύτην τὴν ἱεροσυλίαν ἁλόντα βασανίζεσθαι διʼ ἐνιαυτοῦ περὶ ἑκάστου τῶν κεκοινωνηκότων ἀνακρινόμενον, καὶ οὕτως ἀποθανεῖν καὶ τὴν παροιμίαν ἐπὶ τοῖς ἐκείνου πάθεσι γενέσθαι.