τίνες ἐν Αἰγίνῃ οἱ μονοφάγοι; τῶν ἐπὶ τὴν Τροίαν στρατευσάντων Αἰγινητῶν πολλοὶ μὲν ἐν ταῖς μάχαις ἀπώλοντο, πλείονες δὲ κατὰ πλοῦν ὑπὸ τοῦ χειμῶνος ὀλίγους οὖν τοὺς περιλειπομένους οἱ προσήκοντες ὑποδεξάμενοι, τοὺς δʼ ἄλλους πολίτας ὁρῶντες ἐν πένθεσι καὶ λύπαις ὄντας, οὔτε χαίρειν ᾤοντο δεῖν φανερῶς οὔτε θύειν τοῖς θεοῖς· ἀλλὰ κρύφα καὶ κατʼ οἰκίαν ἕκαστοι τοὺς σεσῳσμένους ἀνελάμβανον ἑστιάσεσι καὶ φιλοφροσύναις, αὐτοὶ διακονούμενοι πατράσι καὶ συγγενέσι καὶ ἀδελφοῖς καὶ οἰκείοις, ἀλλοτρίου μηδενὸς παρεισιόντος. ταῦτʼ οὖν ἀπομιμούμενοι τῷ Ποσειδῶνι θυσίαν ἄγουσι τοὺς καλουμένους θιάσους, ἐν ᾗ καθʼ αὑτοὺς ἐφʼ ἡμέρας ἑκκαίδεκα μετὰ σιωπῆς ἑστιῶνται, δοῦλος δʼ οὐ πάρεστιν· εἶτα ποιήσαντες Ἀφροδίσια διαλύουσι τὴν ἑορτήν· ἐκ δὲ τούτου μονοφάγοι καλοῦνται.