ἀπὸ τίνος ἐρρήθη τὸ παροιμιῶδες αὕτα κυρία; Δίνων ὁ Ταραντῖνος στρατηγῶν, ἀνὴρ δʼ ὢν ἀγαθὸς ἐν τοῖς πολεμικοῖς, ἀποχειροτονησάντων αὐτοῦ τινα γνώμην τῶν πολιτῶν, ὡς ὁ κῆρυξ ἀνεῖπε τὴν νικῶσαν, αὐτὸς ἀνατείνας τὴν δεξιὰν ἅδε εἶπε κρείσσων· οὕτω γὰρ ὁ Θεόφραστος ἱστόρηκε. προσιστόρηκε δὲ καὶ ὁ Ἀπολλόδωρος ἐν Ῥυτίνῳ, τοῦ κήρυκος αὗται πλείους εἰπόντος, ἀλλʼ αὗται φάναι βελτίους καὶ ἐπικυρῶσαι τὴν τῶν ἐλαττόνων χειροτονίαν.