διὰ τί τὸν Διόνυσον αἱ τῶν Ἠλείων γυναῖκες ὑμνοῦσαι παρακαλοῦσι βοέῳ ποδὶ παραγίγνεσθαι πρὸς αὐτάς (ἔχει δʼ οὕτως ὁ ὕμνος ἐλθεῖν, ἥρω Διόνυσε, Ἀλείων ἐς ναὸν ἁγνὸν σὺν Χαρίτεσσιν ἐς ναὸν τῷ βοέῳ ποδὶ θύων. εἶτα δὶς ἐπᾴδουσιν ἄξιε ταῦρε); πότερον ὅτι καὶ βουγενῆ προσαγορεύουσι καὶ ταῦρον ἔνιοι τὸν θεόν, ἢ τῷ μεγάλῳ ποδὶ βοέῳ λέγουσιν, ὡς βοῶπιν ὁ ποιητὴς τὴν μεγαλόφθαλμον καὶ βουγάιον τὸν μεγάλαυχον; ἢ μᾶλλον, ὅτι τοῦ βοὸς ὁ ποὺς ἀβλαβής ἐστι τὸ δὲ κερασφόρον ἐπιβλαβές, οὕτω τὸν θεὸν παρακαλοῦσι πρᾶον ἐλθεῖν καὶ ἄλυπον; ἢ ὅτι καὶ ἀρότου καὶ σπόρου πολλοὶ τὸν θεὸν ἀρχηγὸν γεγονέναι νομίζουσι;