τίς ἀλάστωρ ἀλιτήριος παλαμναῖος; οὐ γὰρ πειστέον τοῖς λέγουσιν ἀλιτηρίους κεκλῆσθαι τοὺς ἐπιτηροῦντας ἐν τῷ λιμῷ τὸν ἀλοῦντα καὶ διαρπάζοντας· ἀλλʼ ἀλάστωρ μὲν κέκληται ὁ ἄληστα καὶ πολὺν χρόνον μνημονευθησόμενα δεδρακώς, ἀλιτήριος δʼ ὃν ἀλεύασθαι καὶ φυλάξασθαι διὰ μοχθηρίαν καλῶς εἶχε. ταῦτα, φησὶν ὁ Σωκράτης, ἐν διφθέραις χαλκαῖς γεγράφασι.