διὰ τί νενόμισται τοὺς ἁγνεύοντας ὀσπρίων ἀπέχεσθαι; πότερον, ὡς οἱ Πυθαγορικοὶ τοὺς μὲν κυάμους ἀφωσιοῦντο διὰ τὰς λεγομένας αἰτίας, τὸν δὲ λάθυρον καὶ τὸν ἐρέβινθον ὡς παρωνύμους τοῦ ἐρέβους καὶ τῆς λήθης· ἢ ὅτι πρὸς τὰ περίδειπνα καὶ τὰς προκλήσεις τῶν νεκρῶν μάλιστα χρῶνται τοῖς ὀσπρίοις; ἢ μᾶλλον ὅτι δεῖ πρὸς τὰς ἁγνείας καὶ ἁγιστείας καθαρὰ καὶ λιτὰ τὰ σώματα ἔχειν; ἔστι δὲ τὰ ὄσπρια πνευματώδη καὶ περίσσευμα ποιεῖ πολλῆς καθάρσεως δεόμενον. ἢ ὅτι καὶ πρὸς συνουσίαν παρορμᾷ διὰ τὸ φυσῶδες καὶ πνευματικόν;