διὰ τί τῷ Ἡρακλεῖ γιγνομένης θυσίας, ἄλλον οὐδένα θεῶν ὀνομάζουσιν οὐδὲ φαίνεται κύων ἐντὸς τῶν περιβόλων, ὡς Βάρρων ἱστόρηκεν; ἦ θεὸν μὲν ἄλλον οὐκ ὀνομάζουσι διὰ τὸ τοῦτον ἡμίθεον νομίζειν; ὡς δέ φασιν ἔνιοι, καὶ μετὰ τῶν ἀνθρώπων ὄντος ἔτι βωμὸν ἱδρύσασθαι τὸν Εὔανδρον αὐτοῦ καὶ θυσίαν προσαγαγεῖν. κυνὶ δὲ πάντων μάλιστα τῶν ζῴων ἐπολέμησε· καὶ γὰρ οὗτος αὐτῷ ἀεὶ πολλὰ πράγματα παρέσχε καὶ ὁ Κέρβερος· καὶ ἐπὶ πᾶσι, τοῦ Λικυμνίου παιδὸς Οἰωνοῦ διὰ κύνα φονευθέντος ὑπὸ τῶν Ἱπποκοωντιδῶν, ἀναγκασθεὶς μάχην συνάψαι τῶν τʼ ἄλλων φίλων πολλοὺς ἀπέβαλε καὶ τὸν ἀδελφὸν Ἰφικλέα.