διὰ τί τῇ νύμφῃ τὸ πρῶτον οὐκ ἐντυγχάνει μετὰ φωτὸς ὁ ἀνὴρ ἀλλὰ διὰ σκότους; πότερον ὅτι αἰδεῖται πρὶν ἢ συνελθεῖν ἀλλοτρίαν νομίζων, ἢ καὶ πρὸς ἰδίαν προσιέναι μετʼ αἰδοῦς ἐθιζόμενος; ἢ, καθάπερ ὁ Σόλων ἔγραψε μήλου κυδωνίου τὴν νύμφην ἐντραγοῦσαν εἰς τὸν θάλαμον βαδίζειν, ὅπως τὸ πρῶτον ἄσπασμα μὴ δυσχερὲς γένηται μηδʼ ἀχάριστον· οὕτως ὁ Ῥωμαῖος νομοθέτης, εἰ δή τι προσῆν ἄτοπον τῷ σώματι καὶ δυσχερές, ἔκρυψεν; ἢ διαβολὴ τίς ἐστιν ἀφροδισίων παρανόμων τὸ γιγνόμενον, ὡς καὶ τοῖς νομίμοις αἰσχύνης τινὸς προσούσης;