διὰ τί τῇ Ῥουμίνᾳ θύουσαι γάλα κατασπένδουσι τῶν ἱερῶν, οἶνον δʼ οὐ προσφέρουσιν; ἦ ῥοῦμαν Λατῖνοι τὴν θηλὴν καλοῦσι, καὶ Ῥουμινᾶλιν ὀνομασθῆναι λέγουσιν, παρʼ ὅσον ἡ λύκαινα τῷ Ῥωμύλῳ τὴν θηλὴν παρέσχεν· ὥσπερ οὖν ἡμεῖς τὰς τρεφούσας τὰ παιδία γάλακτι θηλονὰς ἀπὸ τῆς θηλῆς καλοῦμεν, οὕτως ἡ Ῥουμῖνα θηλώ τις οὖσα καὶ τιθήνη καὶ κουροτρόφος οὐ προσίεται τὸν ἄκρατον ὡς βλαβερὸν ὄντα τοῖς νηπίοις;