διὰ τί τοῖς Καπιτωλίοις θέας ἄγοντες ἔτι νῦν κηρύττουσι Σαρδιανοὺς ὠνίους, καὶ γέρων τις ἐπὶ χλευασμῷ προάγεται παιδικὸν ἐναψάμενος περιδέραιον, ὃ καλοῦσι βοῦλλαν; ἦ ὅτι Ῥωμύλῳ πολὺν χρόνον ἐπολέμησαν οἱ λεγόμενοι Οὐήιοι Τυρρηνῶν, καὶ ταύτην πόλιν ἐσχάτην εἷλε, καὶ πολλοὺς αἰχμαλώτους ἀπεκήρυξε μετὰ τοῦ βασιλέως ἐπισκώπτων αὐτοῦ τὴν ἠλιθιότητα καὶ τὴν ἀβελτερίαν; ἐπεὶ δὲ Λυδοὶ μὲν ἦσαν οἱ Τυρρηνοὶ ἐξ ἀρχῆς, Λυδῶν δὲ μητρόπολις αἱ Σάρδεις, οὕτω τοὺς Οὐηίους ἀπεκήρυττον καὶ μέχρι νῦν ἐν παιδιᾷ τὸ ἔθος διαφυλάττουσι.