διὰ τί τρεῖς τοῦ μηνὸς ἀρχὰς καὶ προθεσμίας ἔχουσιν, οὐ ταὐτὸ διάστημα τῶν ἡμερῶν μεταξὺ λαμβάνοντες; πότερον ὡς οἱ περὶ τὸν Ἰόβαν ἱστοροῦσιν ὅτι ταῖς καλάνδαις ἐκάλουν τὸν δῆμον οἱ ἄρχοντες καὶ κατήγγελλον εἰς πέμπτην τὰς νόννας, εἰδοὺς δʼ ἡμέραν ἱερὰν ἐνόμιζον· ἢ μᾶλλον ὅτι ταῖς τῆς σελήνης διαφοραῖς ὁρίζοντες τὸν χρόνον, ἑώρων ἐν τρισὶ γιγνομένην διαφοραῖς τὴν σελήνην κατὰ μῆνα ταῖς μεγίσταις, πρώτῃ μὲν ὅτε κρύπτεται σύνοδον ποιησαμένη πρὸς ἥλιον, δευτέρᾳ δʼ ὅταν ἐκφυγοῦσα τὰς αὐγὰς τοῦ ἡλίου καταφανὴς πρῶτον ἐπὶ δυσμῶν γένηται, τρίτῃ δὲ τῇ περὶ τὴν πλήρωσιν αὐτῆς πανσελήνου γενομένης; ὀνομάζουσι δὲ τὸν μὲν ἀφανισμὸν αὐτῆς καὶ τὴν κρύψιν καλάνδας, ὅτι πᾶν τὸ κρύφα καὶ λάθρα κλάμ καὶ κηλᾶρε τὸ λανθάνειν· τὴν δὲ πρώτην φάσιν νόννας τῷ δικαιοτάτῳ τῶν ὀνομάτων, νουμηνίαν οὖσαν· καὶ γὰρ αὐτοὶ τὸ νέον καὶ καινὸν ὥσπερ ἡμεῖς προσαγορεύουσι· τὰς δʼ εἰδούς ἢ διὰ τὸ κάλλος καὶ τὸ εἶδος ὁλοκλήρου καθισταμένης τῆς σελήνης ἢ τῷ Διὶ τὴν ἐπωνυμίαν ἀποδιδόντες. οὐ δεῖ δὲ τῶν ἡμερῶν τὸν ἀκριβέστατον ἀριθμὸν διώκειν οὐδὲ τῷ παρʼ ὀλίγον συκοφαντεῖν, ὅπου καὶ νῦν ἐπίδοσιν τοσαύτην ἀστρολογίας ἐχούσης, περιγίγνεται τῆς ἐμ πειρίας τῶν μαθηματικῶν ἡ τῆς κινήσεως ἀνωμαλία διαφεύγουσα τὸν λόγον.