διὰ τί τὸν Ἰανὸν διπρόσωπον οἴονται γεγονέναι καὶ γράφουσιν οὕτω καὶ πλάττουσιν; πότερον ὅτι τῷ μὲν γένει Ἕλλην ἐκ Περραιβίας ἦν, ὡς ἱστοροῦσιν, διαβὰς δʼ εἰς Ἰταλίαν καὶ συνοικήσας τοῖς αὐτόθι βαρβάροις μετέβαλε καὶ γλῶτταν καὶ δίαιταν ἢ μᾶλλον ὅτι τοὺς περὶ τὴν Ἰταλίαν αὐτὸς ἀγρίοις καὶ ἀνόμοις χρωμένους ἔθεσιν εἰς ἕτερον βίου σχῆμα, πείσας γεωργεῖν καὶ πολιτεύεσθαι, μετέβαλε καὶ μετεκόσμησε;