διὰ τί καὶ τῷ λεγομένῳ Ὁνώρει θύουσιν ἀπαρακαλύπτῳ τῇ κεφαλῇ (τὸν δὲ Ὁνῶρεμ δόξαν ἂν τις ἢ τιμὴν μεθερμηνεύσειε); πότερον διότι λαμπρὸν ἡ δόξα καὶ περιφανὲς καὶ ἀναπεπταμένον, διʼ ἣν αἰτίαν τοῖς ἀγαθοῖς καὶ τιμωμένοις ἀνδράσιν ἀποκαλύπτονται, διὰ ταύτην καὶ τὸν ἐπώνυμον τῆς τιμῆς θεὸν οὕτω προσκυνοῦσι;