διὰ τί τὸν Διόνυσον λίβερουμ πάτρεμ καλοῦσι; πότερον ὡς ἐλευθερίας πατέρα τοῖς πιοῦσι γιγνόμενον· γίγνονται γὰρ οἱ πολλοὶ θρασεῖς καὶ παρρησίας ὑποπιμπλῶνται περὶ τὰς μέθας· ἢ ὅτι τὴν λοιβὴν παρέσχεν; ἤ, ὡς Ἀλέξανδρός φησιν, ἀπὸ τοῦ παρʼ Ἐλευθερὰς τῆς Βοιωτίας Ἐλευθερέως Διονύσου προσαγορευομένου;