Ἀριστότιμος Ἠλείοις ἐπαναστὰς τύραννος ἴσχυε μὲν διʼ Ἀντιγόνου τοῦ βασιλέως, ἐχρῆτο δὲ τῇ δυνάμει πρὸς οὐδὲν ἐπιεικὲς οὐδὲ μέτριον· καὶ γὰρ αὐτὸς ἦν φύσει θηριώδης, καὶ τοῖς φυλάττουσι τὴν ἀρχὴν καὶ τὸ σῶμα βαρβάροις μιγάσι δουλεύων ὑπὸ φόβου, πολλὰ μὲν ὑβριστικὰ πολλὰ δʼ ὠμὰ τοὺς πολίτας ὑπʼ αὐτῶν περιεώρα πάσχοντας· οἷον ἦν καὶ τὸ Φιλοδήμου πάθος. ἔχοντος γὰρ αὐτοῦ θυγατέρα καλὴν ὄνομα Μίκκαν ἐπεχείρησέ τις τῶν περὶ τὸν τύραννον ξεναγῶν ὄνομα Λεύκιος ὕβρει μᾶλλον ἢ ἔρωτι συγγενέσθαι· καὶ πέμψας ἐκάλει τὴν παρθένον. οἱ μὲν οὖν γονεῖς τὴν ἀνάγκην ὁρῶντες ἐκέλευον βαδίζειν· ἡ δὲ παῖς οὖσα γενναία καὶ μεγαλόφρων ἐδεῖτο τοῦ πατρὸς περιπλεκομένη καὶ καθικετεύουσα μᾶλλον αὐτὴν περιιδεῖν ἀποθανοῦσαν ἢ τὴν παρθενίαν αἰσχρῶς καὶ παρανόμως ἀφαιρεθεῖσαν. καὶ διατριβῆς γενομένης, σπαργῶν καὶ μεθύων ὁ Λεύκιος αὐτὸς ἐξανέστη μεταξὺ πίνων πρὸς ὀργήν· καὶ τὴν Μίκκαν εὑρὼν ἐν τοῖς γόνασι τοῦ πατρὸς τὴν κεφαλὴν ἔχουσαν ἐκέλευσεν αὐτῷ συνακολουθεῖν· οὐ βουλομένης δὲ τὸ χιτώνιον περιρρήξας ἐμαστίγου γυμνήν, αὐτὴν μὲν ἐγκαρτεροῦσαν σιωπῇ ταῖς ἀλγηδόσιν ὁ δὲ πατὴρ καὶ ἡ μήτηρ, ὡς οὐδὲν ἀντιβολοῦντες καὶ δακρύοντες ἐπέραινον, ἐτράποντο πρὸς θεῶν καὶ ἀνθρώπων ἀνάκλησιν ὡς δεινὰ καὶ παράνομα πάσχοντες. ὁ δὲ βάρβαρος ἐκμανεὶς παντάπασιν ὑπὸ τοῦ θυμοῦ καὶ μέθης ἀποσφάττει τὴν παρθένον, ὡς ἔτυχεν ἐν τοῖς κόλποις τοῦ πατρὸς ἔχουσα τὸ πρόσωπον. ἀλλʼ οὐδὲ τούτοις ὁ τύραννος ἐκάμπτετο, πολλοὺς δʼ ἀνῄρει καὶ πλείονας ἐφυγάδευεν· ὀκτακόσιοι γοῦν λέγονται καταφυγεῖν εἰς Αἰτωλοὺς δεόμενοι τὰς γυναῖκας αὑτοῖς καὶ τὰ νήπια τῶν τέκνων κομίσασθαι παρὰ τοῦ τυράννου.ὀλίγῳ δʼ ὕστερον αὐτὸς ἐκήρυξε τὰς βουλομένας γυναῖκας ἀπιέναι πρὸς τοὺς ἄνδρας, ὅσον βούλονται τῶν γυναικείων χρημάτων ἐπιφερομένας ἐπεὶ δὲ πάσας ᾔσθετο μεθʼ ἡδονῆς τὸ κήρυγμα δεδεγμένας ἐγένοντο γὰρ ὑπερεξακόσιαι τὸ πλῆθος, ἐκέλευσεν ἀθρόας ἡμέρᾳ ῥητῇ βαδίζειν, ὡς τὴν ἀσφάλειαν αὐτὸς παρέξων. ἐνστάσης δὲ τῆς ἡμέρας, αἱ μὲν ἐπὶ τὰς πύλας ἠθροίζοντο τὰ χρήματα συσκευασάμεναι, καὶ τῶν τέκνων τὰ μὲν ἐν ταῖς ἀγκάλαις φέρουσαι τὰ δʼ ἐπὶ τῶν ἁμαξῶν ἔχουσαι, καὶ περιέμενον ἀλλήλας ἄφνω δὲ πολλοὶ τῶν τοῦ τυράννου ἐπεφέροντο, μένειν βοῶντες ἔτι πόρρωθεν. ὡς δʼ ἐγγὺς ἐγένοντο, τὰς μὲν γυναῖκας ἐκέλευον ἀναχωρεῖν ὀπίσω, τὰ δὲ ζεύγη καὶ τὰς ἁμάξας ὑποστρέψαντες ἔωσαν εἰς αὐτὰς καὶ διὰ μέσων ἀφειδῶς διήλαυνον, οὔτʼ ἀκολουθεῖν οὔτε μένειν ἐῶντες οὔτε τοῖς νηπίοις βοηθεῖν ἀπολλυμένοις τὰ μὲν γὰρ ἐκπίπτοντα τῶν ἁμαξῶν τὰ δʼ ὑποπίπτοντα διεφθείροντο, βοῇ καὶ μάστιξιν ὥσπερ πρόβατα τῶν μισθοφόρων ἐπειγόντων ἀνατρεπομένας ὑπʼ ἀλλήλων, ἕως εἰς τὸ δεσμωτήριον ἐνέβαλον ἁπάσας, τὰ δὲ χρήματα πρὸς τὸν Ἀριστότιμον ἀπεκομίσθη. χαλεπῶς δὲ τῶν Ἠλείων ἐπὶ τούτοις ἐχόντων, αἱ περὶ τὸν Διόνυσον ἱεραὶ γυναῖκες, ἃς ἑκκαίδεκα καλοῦσιν, ἱκετηρίας καὶ στέμματα τῶν ἀπὸ τοῦ θεοῦ λαβοῦσαι περὶ τὴν ἀγορὰν ἀπήντησαν τῷ Ἀριστοτίμῳ, καὶ τῶν δορυφόρων ὑπʼ αἰδοῦς διαστάντων, ἔστησαν τὸ πρῶτον σιωπῇ ὁσίως προϊσχόμεναι τὰς ἱκετηρίας. ἐπεὶ δʼ ἐγένοντο φανεραὶ δεόμεναι καὶ παραιτούμεναι τὴν ὀργὴν ὑπὲρ τῶν γυναικῶν, παροξυνθεὶς πρὸς τοὺς δορυφόρους καὶ κεκραγὼς ὅτι προσελθεῖν εἴασαν αὐτὰς ἐποίησε τὰς μὲν ὠθοῦντας τὰς δὲ τύπτοντας ἐξελάσαι τῆς ἀγορᾶς, ἑκάστην δὲ δυσὶ ταλάντοις ἐζημίωσε. γενομένων δὲ τούτων, ἐν μὲν τῇ πόλει συνέστησε πρᾶξιν ἐπὶ τὸν τύραννον Ἑλλάνικος, ἀνὴρ διὰ γῆρας ἤδη καὶ δύο τέκνων θάνατον ὡς οὐδὲν ἂν πράξας ὑπὸ τοῦ τυράννου περιορώμενος.ἐκ δʼ Αἰτωλίας διαπεράσαντες οἱ φυγάδες καταλαμβάνουσι τῆς χώρας ἐπιτήδειον ἐμπολεμεῖν ἔρυμα τὴν Ἀμυμώνην, καὶ συχνοὺς προσεδέχοντο τῶν πολιτῶν ἐκ τῆς Ἤλιδος ἀποδιδράσκοντας. ταῦτα δὲ δείσας ὁ Ἀριστότιμος εἰσῆλθε πρὸς τὰς γυναῖκας, καὶ νομίζων φόβῳ μᾶλλον ἢ χάριτι διαπράξεσθαι προσέταττε πέμπειν καὶ γράφειν αὐτὰς τοῖς ἀνδράσιν ὅπως ἀπίωσιν ἐκ τῆς χώρας εἰ δὲ μή, κατασφάξειν ἠπείλει πάσας αἰκισάμενος καὶ προανελὼν τοὺς παῖδας. αἱ μὲν οὖν ἄλλαι, πολὺν χρόνον ἐφεστῶτος καὶ κελεύοντος εἰπεῖν εἴ τι πράξουσι τούτων, οὐδὲν ἀπεκρίναντο πρὸς ἐκεῖνον, ἀλλὰ προσέβλεψαν ἀλλήλαις σιωπῇ καὶ διένευσαν, ἀνθομολογούμεναι τὸ μὴ δεδιέναι μηδʼ ἐκπεπλῆχθαι τὴν ἀπειλήν. Μεγιστὼ δʼ ἡ Τιμολέοντος γυνὴ καὶ διὰ τὸν ἄνδρα καὶ τὴν ἀρετὴν ἡγεμονικὴν ἔχουσα τάξιν, διαναστῆναι μὲν οὐκ ἠξίωσεν οὐδʼ εἴασε τὰς ἄλλας· καθεζομένη δʼ ἀπεκρίνατο πρὸς αὐτὸν εἰ μὲν ἦς ἀνὴρ φρόνιμος, οὐκ ἂν διελέγου γυναιξὶ περὶ ἀνδρῶν, ἀλλὰ πρὸς ἐκείνους ἂν ὡς κυρίους ἡμῶν ἔπεμπες, ἀμείνονας λόγους εὑρὼν ἢ διʼ ὧν ἡμᾶς ἐξηπάτησας· εἰ δʼ αὐτὸς ἐκείνους πεῖσαι ἀπεγνωκὼς διʼ ἡμῶν ἐπιχειρεῖς παραλογίζεσθαι, μήθʼ ἡμᾶς ἔλπιζε πάλιν ἐξαπατήσειν μήτʼ ἐκεῖνοι κακῶς οὕτω φρονήσειαν, ὥστε φειδόμενοι παιδαρίων καὶ γυναικῶν ἐγκαταλιπεῖν τὴν τῆς πατρίδος ἐλευθερίαν· οὐ γὰρ τοσοῦτο κακὸν αὐτοῖς ἡμᾶς ἀπολέσαι μηδὲ νῦν ἔχοντας, ὅσον ἀγαθὸν ἐξελέσθαι τῆς σῆς ὠμότητος καὶ ὕβρεως τοὺς πολίτας. ταῦτα τῆς Μεγιστοῦς λεγούσης, οὐκ ἀνασχόμενος ὁ Ἀριστότιμος ἐκέλευσε τὸ παιδίον αὐτῆς ὡς ἀποκτενῶν ἐν ὄψει κομισθῆναι.