Δαματρία τὸν υἱὸν δειλὸν καὶ ἀνάξιον ἑαυτῆς ἀκούσασα, παραγενόμενον ἀνεῖλε τὸ δʼ ἐπίγραμμα ἐπʼ αὐτῆς τόδε τὸν παραβάντα νόμους Δαμάτριον ἔκτανε μάτηρ, ἁ Λακεδαιμονία τὸν Λακεδαιμόνιον.