ἔθος ἦν καὶ τοὺς νεωτέρους ὑπὸ τῶν πρεσβυτέρων ἐρωτᾶσθαι, ποῖ πορεύονται καὶ ἐπὶ τί· καὶ τὸν μὴ ἀποκρινόμενον ἢ προφάσεις πλέκοντα ἐπιπλήττειν· ὁ δὲ μὴ ἐπιπλήττων παρόντος αὐτοῦ ἁμαρτάνοντα ἔνοχος ἦν τῷ ἴσῳ ἐπιτιμίῳ ᾧπερ καὶ ὁ ἁμαρτών καὶ ὁ δυσχεραίνων δέ, εἰ ἐπιτιμῷτο, ἐν μεγάλῳ ὀνείδει ἦν.