ἓν δέ τι τῶν καλῶν καὶ μακαρίων ἐδόκει παρεσκευακέναι τοῖς πολίταις ὁ Λυκοῦργος ἀφθονίαν σχολῆς· τέχνης μὲν γὰρ ἅψασθαι βαναύσου τὸ παράπαν οὐκ ἐξῆν· χρηματισμοῦ δὲ συναγωγὴν ἔχοντος ἐργώδη καὶ πραγματείας οὐδʼ ὁτιοῦν ἔδει διὰ τὸ κομιδῇ τὸν πλοῦτον ἄζηλον πεποιηκέναι καὶ ἄτιμον. οἱ δʼ εἵλωτες αὐτοῖς εἰργάζοντο τὴν γῆν ἀποφέροντες ἀποφορὰν τὴν ἄνωθεν ἱσταμένην. ἐπάρατον δʼ ἦν πλείονός τινα μισθῶσαι, ἵνα ἐκεῖνοι μὲν κερδαίνοντες ἡδέως ὑπηρετῶσιν, οὗτοι δὲ μὴ πλέον ἐπιζητῶσιν.