δοκιμαζομένου μάλιστα παρʼ αὐτοῖς τοῦ μέλανος λεγομένου ζωμοῦ, ὥστε μὴ κρεαδίου δεῖσθαι τοὺς πρεσβυτέρους, παραχωρεῖν δὲ τοὺς νεανίσκους, λέγεται Διονύσιος ὁ τῆς Σικελίας; τύραννος τούτου χάριν Λακωνικὸν μάγειρον πρίασθαι καὶ προστάξαι σκευάσαι αὐτῷ μηδενὸς φειδόμενον ἀναλώματος· ἔπειτα γευσάμενον καὶ δυσχεράναντα ἀποπτύσαι, καὶ τὸν μάγειρον εἰπεῖν ὦ βασιλεῦ, τοῦτον δεῖ τὸν ζωμὸν γυμνασάμενον Λακωνικῶς, τῷ Εὐρώτᾳ δὲ λελουμένον ἐποψᾶσθαι.