τριῶν οὖν χορῶν ὄντων κατὰ τὰς τρεῖς ἡλικίας καὶ συνισταμένων ἐν ταῖς ἑορταῖς, ὁ μὲν τῶν γερόντων ἀρχόμενος ᾖδεν ἄμμες ποτʼ ἦμες ἄλκιμοι νεανίαι· εἶτα ὁ τῶν ἀκμαζόντων ἀνδρῶν ἔλεγεν ἀμειβόμενος ἄμμες δὲ γʼ ἐσμέν· αἰ δὲ λῇς, αὐγάζεο· ὁ δὲ τρίτος ὁ τῶν παίδων ἄμμες δὲ γʼ ἐσσόμεσθα πολλῷ κάρρονες·