τὸ δὲ ἔργον τῆς συσσιτίας διά τε ταῦτα γλίσχρον ἦν καὶ ἵνʼ ἐθίζωνται μηδέποτε γίνεσθαι πλήρεις, δύνασθαι δὲ πεινῆν οὕτω γὰρ ᾤοντο καὶ εἰς τὸν πόλεμον χρησιμωτέρους ἔσεσθαι, εἰ δύναιντο καὶ ἀσιτήσαντες ἐπιπονῆσαι· καὶ ἐγκρατεστέρους δὲ καὶ εὐτελεστέρους, εἰ πλείω χρόνον διάγοιεν ἀπὸ μικρᾶς δαπάνης τὴν δʼ ἀνοψίαν ὑποφέρειν, ὡς βρῶμα τὸ τυχὸν προσφέρεσθαι, ᾤοντο ὑγιεινότερα τὰ σώματα καὶ εὐαυξῆ ἀπὸ τῆς ἐλλειπούσης ποιεῖν τροφῆς, νομίζοντες εἰς βάθος τε καὶ πλάτος μὴ πιεζόμενον ἐπαίρειν εἰς ὕψος τὰ σώματα· καὶ καλὰ δὲ ποιεῖν· τὰς γὰρ ἰσχνὰς καὶ διακένους ἕξεις ὑπακούειν πρὸς τὴν διάρθρωσιν, τὰς δὲ πολυτρόφους διὰ βάρος ἀντιβαίνειν.