ἕτερον παιδάριον, ἐπεὶ παρῆν ὁ καιρός, ἐν ᾧ κλέπτειν νενόμιστο τοὺς ἐλευθέρους παῖδας ὅ τι τις δύναιτο καὶ μὴ λαθεῖν αἰσχρὸν ἦν, ὡς οἱ σὺν αὐτῷ παῖδες ζῶν ἔκλεψαν ἀλωπέκιον καὶ ἔδοσαν αὐτῷ φυλάττειν, παραγενομένων τῶν ἀπολωλεκότων ἐπὶ ζήτησιν, ἔτυχε μὲν ὑποβαλὼν τὸ ἀλωπέκιον ὑπὸ τὸ αὑτοῦ ἱμάτιον, ἀγριαίνοντος δὲ τοῦ θηρίου καὶ τὴν αὐτοῦ πλευρὰν κατεσθίοντος μέχρι τῶν σπλάγχνων, ἠρέμει, ἵνα μὴ γένηται καταφανής. ὡς δὲ ὕστερον ἐκείνων ἀπελθόντων ἐθεάσαντο τὸ γεγονὸς οἱ παῖδες καὶ ἐμέμφοντο, λέγοντες ἄμεινον εἶναι φανερὸν ποιῆσαι τὸ ἀλωπέκιον ἢ μέχρι θανάτου κρύπτειν, οὐ μὲν οὖν εἶπεν ἀλλὰ κρεῖττον ταῖς ἀλγηδόσι μὴ ἐνδόντα τελευτᾶν ἢ περίφωρον γενόμενον διὰ μαλακίαν τὸ ζῆν αἰσχρῶς περιποιήσασθαι.περιτυχόντες τινὲς Λάκωσι καθʼ ὁδὸν εἶπον εὐτυχήκατε, ἀρτίως ἐντεῦθεν λῃστῶν ἀπιόντων οἱ δὲ οὐ μὰ τὸν Ἐνυάλιον, ἀλλʼ ἐκεῖνοι μὴ περιτυχόντες ἡμῖν.Λάκων ἐρωτηθεὶς τί ἐπίσταται, εἶπεν ἐλεύθερος εἶναι.παῖς Σπαρτιάτης αἰχμαλωτισθεὶς ὑπʼ Ἀντιγόνου τοῦ βασιλέως καὶ πραθεὶς τὰ μὲν ἄλλα πάντα ὑπήκοος ἦν τῷ πριαμένῳ, ὅσα ᾤετο προσήκειν ἐλευθέρῳ ποιεῖν ὡς δὲ προσέταξεν ἀμίδα κομίζειν, οὐκ ἠνέσχετο εἰπὼν οὐ δουλεύσω. ἐνισταμένου δὲ ἐκείνου, ἀναβὰς ἐπὶ τὸν κέραμον καὶ εἰπών εἴσῃ τῆς ὠνῆς, ἔβαλεν ἑαυτὸν κάτω καὶ ἐτελεύτα.ἕτερος πωλούμενος, εἰπόντος τινὸς ἐὰν ἀγοράσω σε, χρήσιμος ἔσῃ; κἂν μὴ ἀγοράσῃς εἶπεν.ἄλλος αἰχμάλωτος πιπρασκόμενος, τοῦ κήρυκος ἐπιλέγοντος ἀνδράποδον πωλεῖν, κατάρατε εἶπεν οὐκ ἐρεῖς αἰχμάλωτον.Λάκων ἐπὶ τῆς ἀσπίδος μυῖαν ἔχων ἐπίσημον, καὶ ταύτην οὐ μείζω τῆς ἀληθινῆς, ὡς καταγελῶντές τινες ἔλεγον ὑπὲρ τοῦ λανθάνειν τοῦτο πεποιήκει, ἵνα μὲν οὖν εἶπε φανερὸς ὦ· οὕτω γὰρ τοῖς πολεμίοις πλησίον προσέρχομαι, ὥστε τὸ ἐπίσημον ἡλίκον ἐστὶν ὑπʼ αὐτῶν ὁρᾶσθαι.ἕτερος, ἐν συμποσίῳ προσενεχθείσης λύρας, οὐ Λακωνικόν εἶπε τὸ φλυαρεῖν.Σπαρτιάτης ἐρωτηθεὶς εἰ ἀσφαλὴς ἡ εἰς Σπάρτην ὁδὸς εἶπεν ὁποῖος †καθίσῃς· οἱ μὲν γὰρ λέοντες βαδίζοντι ὅπα κα λέωντι, τὼς δὲ λαγὼς ἐπὶ τᾷ σκηνᾷ θηρεύομες.ἐν χειραψίᾳ περικρούοντος τοῦ προστραχηλίζοντος κενοσπούδως καὶ κατασπῶντος ἐπὶ τὴν γῆν, ἐπειδὴ τῷ σώματι ἐλείπετο ὁ προσπεσών, ἔδακε τὸν βραχίονα· καὶ ὁ ἕτερος εἶπε δάκνεις, ὦ Λάκων, ὥσπερ αἱ γυναῖκες· οὐ μὲν οὖν εἶπεν ἅτερος ἀλλʼ ὥσπερ οἱ λέοντες.χωλὸς ἐπὶ πόλεμον ἐξιών, ἐπακολουθούντων αὐτῷ τινων καὶ γελώντων, ἐπιστραφεὶς εἶπε κακαὶ κεφαλαί, οὐ φεύγοντα δεῖ τοῖς πολεμίοις μάχεσθαι, ἀλλὰ μένοντα καὶ τὴν τάξιν φυλάττοντα.ἕτερος τοξευθεὶς καὶ ἐκλείπων τὸν βίον οὐχὶ τοῦτο ἔφησεν αὐτῷ μέλειν, ὅτι ἀποθανεῖται, ἀλλʼ ὅτι ὑπὸ γύννιδος τοξότου καὶ μηδὲν πράξας.εἰς πανδοκεῖόν τις καταλύσας καὶ δοὺς ὄψον τῷ πανδοκεῖ σκευάσαι, ὡς ἅτερος τυρὸν ᾔτει καὶ ἔλαιον, εἶτʼ ἔφη εἰ τυρὸν εἶχον, ἔτι ἂν ἐδεόμην ὄψου;πρὸς δὲ τὸν μακαρίζοντα Λάμπιν τὸν Αἰγινήτην, διότι ἐδόκει πλουσιώτατος εἶναι ναυκλήρια πολλὰ ἔχων, Λάκων εἶπεν οὐ προσέχω εὐδαιμονίᾳ ἐκ σχοινίων ἀπηρτημένῃ.εἰπόντος δέ τινος Λάκωνι ὅτι ψεύδεται, ἀπεκρίνατο ἐλεύθεροι γὰρ εἰμες· οἱ δʼ ἄλλοι, αἴκα μὴ τἀληθῆ λέγωντι, οἰμώξονται.προθέμενός τις νεκρὸν στῆσαι ὀρθόν, ὡς πάντα ποιῶν οὐκ ἐδύνατο, νὴ τὼ σιώ εἶπεν ἔνδον τι εἶναι δεῖ.Τύννιχος, Θρασυβούλου τοῦ παιδὸς ἀποθανόντος, εὐρώστως ἤνεγκε· καὶ ἐπίγραμμα εἰς τοῦτον ἐγένετο τὰν Πιτάναν Θρασύβουλος ἐπʼ ἀσπίδος ἤλυθεν ἄπνους ἑπτὰ πρὸς Ἀργείων τραύματα δεξάμενος, δεικνὺς ἀντία πάντα· τὸν αἱματόεντα δʼ ὁ πρέσβυς θεὶς ἐπὶ πυρκαϊὴν Τύννιχος εἶπε τάδε, δειλοὶ κλαιέσθωσαν ἐγὼ δέ σε τέκνον ἄδακρυς θάψω, τὸν καὶ ἐμὸν καὶ Λακεδαιμόνιον.Ἀλκιβιάδῃ τῷ Ἀθηναίῳ βαλανέως ἐπὶ πλεῖστον παραχέοντος ὕδωρ, Λάκων εἶπε τί τοῦτο ὡς καθαρῷ; σφόδρα δὲ ῥυπαρῷ πλεῖον παράχει.Φιλίππου τοῦ Μακεδόνος προστάσσοντός τινα διʼ ἐπιστολῆς, ἀντέγραψαν οἱ Λακεδαιμόνιοι περὶ ὧν ἄμμιν ἔγραψας οὔ. ὅτε δὲ ἐνέβαλεν εἰς τὴν Λακωνικὴν καὶ ἐδόκουν ἅπαντες ἀπολεῖσθαι, εἶπε δὲ πρός τινα τῶν Σπαρτιατῶν τί νῦν ποιήσετε, ὦ Λάκωνες; τί γάρ ἔφη ἄλλο ἢ ἀνδρείως ἀποθανούμεθα; μόνοι γὰρ ἡμεῖς Ἑλλήνων ἐλεύθεροι εἶναι καὶ μὴ ὑπακούειν ἄλλοις ἐμάθομεν.μετὰ δὲ τὴν Ἄγιδος ἧτταν, ὁμήρους αἰτοῦντος Ἀντιπάτρου πεντήκοντα παῖδας, Ἐτεοκλῆς ἐφορεύων εἶπε παῖδας μὲν οὐ δώσειν, ἵνα μὴ ἀπαίδευτοι γένωνται, τῆς πατρίου ἀγωγῆς ἀτευκτήσαντες· οὐδὲ πολῖται γὰρ ἂν εἴησαν· πρεσβύτας δʼ ἢ γυναῖκας, εἰ βούλοιτο, διπλασίους δώσειν. ἀπειλοῦντος δʼ αὐτοῦ δεινά, εἰ μὴ λάβοι, ἀπεκρίναντο κοινῇ ἐὰν χαλεπώτερα θανάτου ἐπιτάττῃς, εὐκολώτερον ἀποθανούμεθα.πρεσβύτης ἐν Ὀλυμπίᾳ συντελουμένου τοῦ ἀγῶνος προθυμούμενος θεάσασθαι, καθέδρας ἠπόρει πολλοὺς δʼ ἐπιπορευόμενος τόπους ὑβρίζετο καὶ ἐσκώπτετο, μηδενὸς αὐτὸν παραδεχομένου· ὡς δὲ κατὰ τοὺς Λακεδαιμονίους ἧκεν, ἀνέστησαν πάντες οἱ παῖδες καὶ πολλοὶ τῶν ἀνδρῶν τοῦ τόπου ἐκχωροῦντες· τῶν δὲ Πανελλήνων ἐπισημηναμένων κρότῳ τὸ ἔθος καὶ ὑπερεπαινούντων, ὁ πρεσβύτης κινήσας πολιόν τε κάρη πολιόν τε γένειον καὶ δακρύσας οἴμοι τῶν κακῶν φησὶν ὡς ἅπαντες μὲν οἱ Ἕλληνες ἐπίστανται τὰ καλά, χρῶνται δʼ αὐτοῖς μόνοι Λακεδαιμόνιοι φασὶ δέ τινες, ὅτι καὶ Ἀθήνησι τὸ αὐτὸ ἐγένετο· Παναθηναίων γὰρ ὄντων οἱ Ἀττικοὶ γέροντα προεπηλάκιζον, προσκαλούμενοι μὲν ὡς παραδεξόμενοι, εἰ δὲ παραγένοιτο, οὐ προσδεχόμενοι· ὡς δὲ διεξιὼν σχεδὸν ἅπαντας ἐγένετο κατὰ τοὺς Λακεδαιμονίων θεωρούς, ἅπαντες τῶν βάθρων ἀναστάντες τοῦ τόπου παρεχώρουν ἀγασθεὶς δὲ ὁ ὄχλος ἐπὶ τῷ γεγονότι ἐκρότησε μετὰ πολλῆς ἐπισημασίας, καί τις εἶπε τῶν Σπαρτιατῶν νὴ τὼ σιώ, ἴσασι μὲν οἱ Ἀθηναῖοι τὰ καλά, οὐ πράσσουσι δέ.